| 
  • If you are citizen of an European Union member nation, you may not use this service unless you are at least 16 years old.

  • You already know Dokkio is an AI-powered assistant to organize & manage your digital files & messages. Very soon, Dokkio will support Outlook as well as One Drive. Check it out today!

View
 

syntipas27

Page history last edited by Laura Gibbs 16 years, 2 months ago

 

HOME | Syntipas: Previous Page - Next Page

Ὄρνις χρυσοτόκος

The Hen Laying Golden Eggs = Perry 87 (English translation: Oxford Aesop 434)

Ἀνήρ τις ὄρνιν ἐκέκτητο χρυσοῦν ᾠὸν καθ’ ἑκάστην αὐτῷ τίκτουσαν. ὁ δὲ μὴ τῷ καθημερινῷ ἐκείνῳ ἐπαρκούμενος κέρδει, ἀλλ’ ἀφρόνως τοῦ πλείονος ὀρεγόμενος, τὴν ὄρνιν κατέθυσεν· ἐδόκει γὰρ ἐν τοῖς ἐγκάτοις αὐτῆς θησαυρῷ τινι ἐντυχεῖν. καὶ μηδὲν ὅλως ἐφευρὼν καθ’ ἑαυτὸν ἔλεξεν ὡς “ἐλπίδι θησαυροῦ ἐπερειδόμενος, καὶ τοῦ ἐν χερσὶ κέρδους ἐξέπεσον.”

Οὗτος δηλοῖ ὡς οἱ πολλοί, τῶν πλειόνων ὀρεγόμενοι, καὶ τῶν ὀλίγων ἐκπίπτουσι.

From Ben Perry’s Aesopica (Urbana IL: 1952).

Segmented text for easier reading:

Ἀνήρ τις

ὄρνιν ἐκέκτητο

χρυσοῦν ᾠὸν

καθ’ ἑκάστην

αὐτῷ τίκτουσαν.

ὁ δὲ

μὴ τῷ καθημερινῷ ἐκείνῳ ἐπαρκούμενος κέρδει,

ἀλλ’ ἀφρόνως τοῦ πλείονος ὀρεγόμενος,

τὴν ὄρνιν κατέθυσεν·

ἐδόκει γὰρ

ἐν τοῖς ἐγκάτοις αὐτῆς

θησαυρῷ τινι

ἐντυχεῖν.

καὶ

μηδὲν ὅλως ἐφευρὼν

καθ’ ἑαυτὸν ἔλεξεν ὡς

“ἐλπίδι θησαυροῦ ἐπερειδόμενος,

καὶ τοῦ ἐν χερσὶ κέρδους

ἐξέπεσον.”

Οὗτος δηλοῖ ὡς

οἱ πολλοί,

τῶν πλειόνων ὀρεγόμενοι,

καὶ τῶν ὀλίγων ἐκπίπτουσι.

Grammatical notes and comments:

Ἀνήρ τις

  • ὄρνιν ἐκέκτητο - from the verb κτάομαι

χρυσοῦν ᾠὸν

  • καθ’ ἑκάστην - the feminine gender implies the missing noun, ἡμέρα

αὐτῷ τίκτουσαν.

ὁ δὲ

  • μὴ τῷ καθημερινῷ ἐκείνῳ ἐπαρκούμενος κέρδει, - notice how the dative complement wraps around its participle
  • ἀλλ’ ἀφρόνως τοῦ πλείονος ὀρεγόμενος, - the verb ὀρέγω takes a genitive complement

τὴν ὄρνιν κατέθυσεν·

ἐδόκει γὰρ

ἐν τοῖς ἐγκάτοις αὐτῆς

θησαυρῷ τινι

ἐντυχεῖν.

καὶ

μηδὲν ὅλως ἐφευρὼν

καθ’ ἑαυτὸν ἔλεξεν ὡς

“ἐλπίδι θησαυροῦ ἐπερειδόμενος,

  • καὶ τοῦ ἐν χερσὶ κέρδους - this καὶ is used adverbially, meaning also, in addition
  • ἐξέπεσον.” - the verb ἐκπίπτω can take a genitive complement, to be deprived (of)

Οὗτος δηλοῖ ὡς

οἱ πολλοί,

τῶν πλειόνων ὀρεγόμενοι,

  • καὶ τῶν ὀλίγων ἐκπίπτουσι. - this καὶ is used adverbially, meaning also, in addition; see note above re: ἐκπίπτω

Comments (0)

You don't have permission to comment on this page.