HOME | Syntipas: Previous Page - Next Page
Γυνὴ καὶ ὄρνις
Γυνή τις χήρα ὄρνιν ἐκέκτητο ἓν ᾠὸν αὐτῇ καθ’ ἑκάστην ἡμέραν τίκτουσαν, ἣν καὶ δαψιλῶς διέτρεφεν ἡ γυνή, δοκοῦσα ὡς τοῖς πλείοσι σιτίοις δύο ἔσται γεννῶσα ᾠά. ἡ δὲ ὄρνις ὑπὸ τῆς πλησμονῆς ἐμβριθὴς γενομένη οὐδὲ τὸ ἓν ᾠὸν γεννᾶν, ὡς τὸ πρότερον, ἠδύνατο.
Οὗτος δηλοῖ ὡς οἱ τῶν πλειόνων ὀρεγόμενοι καὶ τῶν ἐν χερσὶν ὀλίγων στερίσκονται.
From Ben Perry’s Aesopica (Urbana IL: 1952).
Segmented text for easier reading:
Γυνή τις
χήρα
ὄρνιν ἐκέκτητο
ἓν ᾠὸν αὐτῇ
καθ’ ἑκάστην ἡμέραν
τίκτουσαν,
ἣν καὶ δαψιλῶς διέτρεφεν
ἡ γυνή,
δοκοῦσα ὡς
τοῖς πλείοσι σιτίοις
δύο ἔσται γεννῶσα ᾠά.
ἡ δὲ ὄρνις
ὑπὸ τῆς πλησμονῆς
ἐμβριθὴς γενομένη
οὐδὲ τὸ ἓν ᾠὸν γεννᾶν,
ὡς τὸ πρότερον,
ἠδύνατο.
Οὗτος δηλοῖ ὡς
οἱ τῶν πλειόνων ὀρεγόμενοι
καὶ τῶν ἐν χερσὶν ὀλίγων
στερίσκονται.
Grammatical notes and comments:
Comments (0)
You don't have permission to comment on this page.