HOME | Syntipas: Previous Page - Next Page
Λύκος καὶ λέων
Λύκος ἁρπάσας χοῖρον καὶ ἀπάγων αὐτὸν συνήντησε λέοντι. ὁ δὲ εὐθὺς τὸν χοῖρον ἀφήρπασεν. ἀφαιρεθεὶς δὲ αὐτὸν ὁ λύκος ἐν ἑαυτῷ ἔλεγε “πάντως καὶ αὐτὸς ἐθαύμαζον, πῶς ἂν καὶ διέμεινε παρ’ ἐμοὶ τὸ ἐξ ἁρπαγῆς μοι προσγενόμενον.”
Οὗτος δηλοῖ ὡς καὶ τὰ ἀλλότρια πράγματα, πλεονεκτικῶς τισι καὶ βιαίως ἐπικτώμενα, τοῖς ταῦτα ἁρπάζουσιν οὐκ εἰς τέλος παραμένουσιν.
From Ben Perry’s Aesopica (Urbana IL: 1952).
Segmented text for easier reading:
Λύκος
ἁρπάσας χοῖρον
καὶ ἀπάγων αὐτὸν
συνήντησε λέοντι.
ὁ δὲ
εὐθὺς τὸν χοῖρον ἀφήρπασεν.
ἀφαιρεθεὶς δὲ αὐτὸν
ὁ λύκος ἐν ἑαυτῷ ἔλεγε
“πάντως καὶ αὐτὸς ἐθαύμαζον,
πῶς ἂν καὶ διέμεινε
παρ’ ἐμοὶ
τὸ ἐξ ἁρπαγῆς μοι προσγενόμενον.”
Οὗτος δηλοῖ ὡς
καὶ τὰ ἀλλότρια πράγματα,
πλεονεκτικῶς τισι
καὶ βιαίως ἐπικτώμενα,
τοῖς ταῦτα ἁρπάζουσιν
οὐκ εἰς τέλος παραμένουσιν.
Grammatical notes and comments:
Comments (0)
You don't have permission to comment on this page.