syntipas01


 

HOME | Syntipas: Previous Page - Next Page

Ὄνος καὶ τέττιξ

The Donkey and The Cicada = Perry 184 (English translation: Oxford Aesop 340)

Ὄνος ἀκούσας φωνῆς τέττιγος ἡδέως αὐτῇ ἐπετέρπετο, καὶ τὸν τέττιγα ἐπηρώτα λέγων “τί ἄρα τρεφόμενος οὕτω γλυκεῖαν ἔχεις τὴν φωνήν;” ὁ δὲ τέττιξ τῷ ὄνῳ ἀντέφησεν “ἡ ἐμὴ τροφὴ ἀήρ ἐστι καὶ δρόσος.” ὁ δὲ ὄνος τούτου ἀκούσας τοῦ ῥήματος ἐνόμισε μέθοδον εὑρηκέναι δι’ ἧς ὅμοιαν τῷ τέττιγι σχοίη φωνήν· καὶ τὸ στόμα εὐθὺς ἀνοίξας πρὸς τὸν ἀέρα κεχήνωτο ὡς δεξόμενος δῆθεν δρόσον εἰς διατροφήν, ἕως οὗ τῷ λιμῷ διεφθάρη.

Οὗτος ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ τινα τὰ φυσικὰ τοῖς παρὰ φύσιν ἐξομοιοῦν καὶ τοῖς ἀδυνάτοις ἀφρόνως ἐπιχειρεῖν.

From Ben Perry’s Aesopica (Urbana IL: 1952).

Segmented text for easier reading:

Ὄνος

ἀκούσας φωνῆς τέττιγος

ἡδέως αὐτῇ ἐπετέρπετο,

καὶ

τὸν τέττιγα ἐπηρώτα

λέγων

“τί ἄρα τρεφόμενος

οὕτω γλυκεῖαν ἔχεις τὴν φωνήν;”

ὁ δὲ τέττιξ

τῷ ὄνῳ ἀντέφησεν

“ἡ ἐμὴ τροφὴ

ἀήρ ἐστι

καὶ δρόσος.”

ὁ δὲ ὄνος

τούτου ἀκούσας τοῦ ῥήματος

ἐνόμισε

μέθοδον εὑρηκέναι

δι’ ἧς

ὅμοιαν τῷ τέττιγι σχοίη φωνήν·

καὶ

τὸ στόμα εὐθὺς ἀνοίξας

πρὸς τὸν ἀέρα κεχήνωτο

ὡς δεξόμενος δῆθεν δρόσον

εἰς διατροφήν,

ἕως οὗ

τῷ λιμῷ διεφθάρη.

Οὗτος ὁ μῦθος δηλοῖ ὅτι

οὐ δεῖ τινα

τὰ φυσικὰ τοῖς παρὰ φύσιν ἐξομοιοῦν

καὶ

τοῖς ἀδυνάτοις ἀφρόνως ἐπιχειρεῖν.

Grammatical notes and comments:

Ὄνος

ἡδέως αὐτῇ ἐπετέρπετο,

τὸν τέττιγα ἐπηρώτα

“τί ἄρα τρεφόμενος

ὁ δὲ τέττιξ

τῷ ὄνῳ ἀντέφησεν

“ἡ ἐμὴ τροφὴ

ἀήρ ἐστι

καὶ δρόσος.”

ὁ δὲ ὄνος

ἐνόμισε

μέθοδον εὑρηκέναι

καὶ

τὸ στόμα εὐθὺς ἀνοίξας

ὡς δεξόμενος δῆθεν δρόσον

εἰς διατροφήν,

ἕως οὗ

Οὗτος ὁ μῦθος δηλοῖ ὅτι

οὐ δεῖ τινα

τὰ φυσικὰ τοῖς παρὰ φύσιν ἐξομοιοῦν

τοῖς ἀδυνάτοις ἀφρόνως ἐπιχειρεῖν.