HOME | Syntipas: Previous Page - Next Page
Ἄνθρωπός τις ἦν πένης, ὃς καὶ ξύλων γόμον ἐπὶ τῶν νώτων ἐβάσταζε. κατὰ δὲ τὴν ὁδοιπορίαν ἰλιγγιάσας ἐκαθέσθη καὶ τὸν γόμον κατέθετο καὶ τὸν Θάνατον οἰκτρῶς ἐνεκαλεῖτο, λέγων “ὦ Θάνατε.” αὐτίκα γοῦν ὁ Θάνατος ἔφθασε καὶ πρὸς αὐτὸν ἔφη “τίνος χάριν ἐκάλεσάς με;” λέγει πρὸς αὐτὸν ὁ ἀνήρ “ἵνα τὸν γόμον ἀπὸ τῆς γῆς συνεξάρῃς μοι.”
Οὗτος δηλοῖ ὅτι πάντες ἄνθρωποι φιλόζῳοι τυγχάνουσιν, εἰ καὶ θλίψεσι καὶ ἀνάγκαις συνέχονται.
From Ben Perry’s Aesopica (Urbana IL: 1952).
Ἄνθρωπός τις ἦν
πένης,
ὃς
καὶ ξύλων γόμον
ἐπὶ τῶν νώτων ἐβάσταζε.
κατὰ δὲ τὴν ὁδοιπορίαν
ἰλιγγιάσας
ἐκαθέσθη
καὶ τὸν γόμον κατέθετο
καὶ τὸν Θάνατον οἰκτρῶς ἐνεκαλεῖτο,
λέγων
“ὦ Θάνατε.”
αὐτίκα γοῦν
ὁ Θάνατος
ἔφθασε
καὶ
πρὸς αὐτὸν ἔφη
“τίνος χάριν
ἐκάλεσάς με;”
λέγει πρὸς αὐτὸν ὁ ἀνήρ
“ἵνα τὸν γόμον ἀπὸ τῆς γῆς συνεξάρῃς μοι.”
Οὗτος δηλοῖ ὅτι
πάντες ἄνθρωποι
φιλόζῳοι τυγχάνουσιν,
εἰ καὶ θλίψεσι καὶ ἀνάγκαις συνέχονται.
Ἄνθρωπός τις ἦν
ἐπὶ τῶν νώτων ἐβάσταζε.
κατὰ δὲ τὴν ὁδοιπορίαν
ἐκαθέσθη
καὶ τὸν γόμον κατέθετο
καὶ τὸν Θάνατον οἰκτρῶς ἐνεκαλεῖτο,
λέγων
“ὦ Θάνατε.”
αὐτίκα γοῦν
ὁ Θάνατος
ἔφθασε
πρὸς αὐτὸν ἔφη
ἐκάλεσάς με;”
λέγει πρὸς αὐτὸν ὁ ἀνήρ
“ἵνα τὸν γόμον ἀπὸ τῆς γῆς συνεξάρῃς μοι.”
Οὗτος δηλοῖ ὅτι
πάντες ἄνθρωποι