HOME | Syntipas: Previous Page - Next Page
Ποταμοὶ καὶ θάλασσα
Ποταμοὶ συνῆλθον ἐπὶ τὸ αὐτὸ καὶ τὴν θάλασσαν κατῃτιῶντο, λέγοντες αὐτῇ “διὰ τί ἡμᾶς, εἰσερχομένους ἐν τοῖς ὕδασι καὶ ὑπάρχοντας ποτίμους καὶ γλυκεῖς, ἁλμυροὺς ἀπεργάζῃ καὶ ἀπότους;” ἡ δὲ θάλασσα, ἰδοῦσα ὅτι αὐτῆς καταμέμφονται, λέγει πρὸς αὐτούς “μὴ ἔρχεσθε καὶ μὴ γίνεσθε ἁλμυροί.”
Οὗτος παρίστησι τοὺς ἀκαίρως τινὰς αἰτιωμένους καὶ παρ’ αὐτῶν μᾶλλον ὠφελουμένους.
From Ben Perry’s Aesopica (Urbana IL: 1952).
Segmented text for easier reading:
Ποταμοὶ συνῆλθον ἐπὶ τὸ αὐτὸ
καὶ τὴν θάλασσαν κατῃτιῶντο,
λέγοντες αὐτῇ
“διὰ τί ἡμᾶς,
εἰσερχομένους ἐν τοῖς ὕδασι
καὶ
ὑπάρχοντας ποτίμους καὶ γλυκεῖς,
ἁλμυροὺς ἀπεργάζῃ καὶ ἀπότους;”
ἡ δὲ θάλασσα,
ἰδοῦσα
ὅτι αὐτῆς καταμέμφονται,
λέγει πρὸς αὐτούς
“μὴ ἔρχεσθε
καὶ μὴ γίνεσθε ἁλμυροί.”
Οὗτος παρίστησι
τοὺς ἀκαίρως τινὰς αἰτιωμένους
καὶ
παρ’ αὐτῶν μᾶλλον ὠφελουμένους.
Grammatical notes and comments:
Ποταμοὶ συνῆλθον ἐπὶ τὸ αὐτὸ
καὶ τὴν θάλασσαν κατῃτιῶντο,
λέγοντες αὐτῇ
“διὰ τί ἡμᾶς,
εἰσερχομένους ἐν τοῖς ὕδασι
- καὶ - this word is used to coordinated the two participles εἰσερχομένους and ὑπάρχοντας
- ὑπάρχοντας ποτίμους καὶ γλυκεῖς, - the phrase ποτίμους καὶ γλυκεῖς is used predicatively here
- ἁλμυροὺς ἀπεργάζῃ καὶ ἀπότους;” - the phrase ἁλμυροὺς ... καὶ ἀπότους is also predicative (agreeing with ἡμᾶς)
ἡ δὲ θάλασσα,
ἰδοῦσα
ὅτι αὐτῆς καταμέμφονται,
λέγει πρὸς αὐτούς
“μὴ ἔρχεσθε
καὶ μὴ γίνεσθε ἁλμυροί.”
Οὗτος παρίστησι
τοὺς ἀκαίρως τινὰς αἰτιωμένους
- καὶ - this word is used to coordinate the two participles, αἰτιωμένους and ὠφελουμένους
παρ’ αὐτῶν μᾶλλον ὠφελουμένους.
Comments (0)
You don't have permission to comment on this page.