syntipas07


 

HOME | Syntipas: Previous Page - Next Page

Ἀλέκτορες δύο καὶ ἀετός

The Two Roosters and the Eagle = Perry 281 (English translation: Oxford Aesop 454)

Δύο ἀλέκτορες ἀλλήλοις ἐμάχοντο. καὶ ὁ μὲν εἷς ἡττηθεὶς τόπῳ τινὶ ἐν παραβύστῳ ἀπεκρύβη, ὁ δὲ ἕτερος, τὴν νίκην ἀράμενος, ἐφ’ ὑψηλοῦ τινος ἕστηκε δωματίου τὰ μεγάλα φρυαττόμενος καὶ τῇ νίκῃ ἐγκαυχώμενος, ἕως ἀετὸς καταπτὰς τοῦτον ἐκεῖθεν ἀνήρπασεν.

Οὗτος δηλοῖ ὡς οὐ χρή τινα ἐπ’ εὐτυχίᾳ καὶ δυνάμει μέγα φρονεῖν καὶ ἀφρόνως σοβαρεύεσθαι.

From Ben Perry’s Aesopica (Urbana IL: 1952).

Segmented text for easier reading:

Δύο ἀλέκτορες

ἀλλήλοις ἐμάχοντο.

καὶ ὁ μὲν εἷς

ἡττηθεὶς

τόπῳ τινὶ ἐν παραβύστῳ

ἀπεκρύβη,

ὁ δὲ ἕτερος,

τὴν νίκην ἀράμενος,

ἐφ’ ὑψηλοῦ τινος ἕστηκε δωματίου

τὰ μεγάλα φρυαττόμενος

καὶ τῇ νίκῃ ἐγκαυχώμενος,

ἕως ἀετὸς

καταπτὰς

τοῦτον ἐκεῖθεν ἀνήρπασεν.

Οὗτος δηλοῖ ὡς

οὐ χρή τινα

ἐπ’ εὐτυχίᾳ καὶ δυνάμει

μέγα φρονεῖν

καὶ ἀφρόνως σοβαρεύεσθαι.

Grammatical notes and comments:

Δύο ἀλέκτορες

ἀλλήλοις ἐμάχοντο.

καὶ ὁ μὲν εἷς

τόπῳ τινὶ ἐν παραβύστῳ

ἀπεκρύβη,

ὁ δὲ ἕτερος,

τὴν νίκην ἀράμενος,

ἐφ’ ὑψηλοῦ τινος ἕστηκε δωματίου

τὰ μεγάλα φρυαττόμενος

καὶ τῇ νίκῃ ἐγκαυχώμενος,

ἕως ἀετὸς

τοῦτον ἐκεῖθεν ἀνήρπασεν.

Οὗτος δηλοῖ ὡς

οὐ χρή τινα

ἐπ’ εὐτυχίᾳ καὶ δυνάμει

μέγα φρονεῖν

καὶ ἀφρόνως σοβαρεύεσθαι.