syntipas11


 

HOME | Syntipas: Previous Page - Next Page

Ταῦρος, λέαινα καὶ σύαγρος

The Bull, The Lioness and The Wild Boar = Perry 414 (English translation: Oxford Aesop 376)

Ταῦρος εὑρηκὼς κοιμώμενον λέοντα, τοῦτον κερατίσας ἀπέκτεινεν. ἐπιστᾶσα δὲ ἡ ἐκείνου μήτηρ πικρῶς αὐτὸν ἀπεκλαίετο. ἰδὼν δὲ αὐτὴν σύαγρος ὀλοφυρομένην, μακρόθεν ἑστὼς ἔφη πρὸς αὐτήν “ὦ πόσοι ἄρα τυγχάνουσιν ἄνθροποι θρηνοῦντες, ὧν τὰ τέκνα ὑμεῖς ἀπεκτείνατε.”

Οὗτος δηλοῖ ὅτι ἐν ᾧ μέτρῳ μετρεῖ τις ἀντιμετρηθήσεται αὐτῷ.

From Ben Perry’s Aesopica (Urbana IL: 1952).

Segmented text for easier reading:

Ταῦρος

εὑρηκὼς κοιμώμενον λέοντα,

τοῦτον κερατίσας

ἀπέκτεινεν.

ἐπιστᾶσα δὲ

ἡ ἐκείνου μήτηρ

πικρῶς αὐτὸν ἀπεκλαίετο.

ἰδὼν δὲ αὐτὴν σύαγρος ὀλοφυρομένην,

μακρόθεν ἑστὼς

ἔφη πρὸς αὐτήν

“ὦ πόσοι ἄρα τυγχάνουσιν ἄνθροποι θρηνοῦντες,

ὧν τὰ τέκνα

ὑμεῖς ἀπεκτείνατε.”

Οὗτος δηλοῖ ὅτι

ἐν ᾧ μέτρῳ

μετρεῖ τις

ἀντιμετρηθήσεται αὐτῷ.

Grammatical notes and comments:

Ταῦρος

εὑρηκὼς κοιμώμενον λέοντα,

ἐπιστᾶσα δὲ

ἡ ἐκείνου μήτηρ

πικρῶς αὐτὸν ἀπεκλαίετο.

μακρόθεν ἑστὼς

ἔφη πρὸς αὐτήν

“ὦ πόσοι ἄρα τυγχάνουσιν ἄνθροποι θρηνοῦντες,

ὧν τὰ τέκνα

Οὗτος δηλοῖ ὅτι

ἐν ᾧ μέτρῳ

μετρεῖ τις

ἀντιμετρηθήσεται αὐτῷ.