HOME | Syntipas: Previous Page - Next Page
Λέων καὶ δύο ταῦροι
The Two Bulls and the Lion = Perry 372 (English translation: Oxford Aesop 59)
Λέων προβαλὼν ταύροις δυσὶν ἐπειρᾶτο τούτους καταθοινήσασθαι. οἱ δὲ τὰ ἑαυτῶν κέρατα ἐπίσης αὐτῷ ἀντιπαρατάξαντες οὐκ εἴων τὸν λέοντα μέσον αὐτῶν παρελθεῖν. ὁρῶν τοίνυν ἐκεῖνος ὡς ἀδυνάτως ἔχει πρὸς αὐτοὺς κατεσοφίσατο τοῦ ἑνός, καὶ πρὸς αὐτὸν ἔφησεν ὡς “εἴ γε τὸν σὸν ἑταῖρον προδώσεις μοι, ἀβλαβῆ σε διατηρήσω.” καὶ τούτῳ τῷ τρόπῳ ἀμφοτέρους τοὺς ταύρους ἀνῄρηκεν.
Οὗτος δηλοῖ ὡς καὶ πόλεις καὶ ἄνθρωποι ἀλλήλοις ὁμονοοῦντες οὐ συγχωροῦσιν αὐτῶν τοὺς ἐχθροὺς περιγίνεσθαι· τῆς δ’ ὁμονοίας καταφρονοῦντες εὐχερῶς ἄρδην τοῖς ὑπεναντίοις ἁλίσκονται.
From Ben Perry's Aesopica (Urbana IL: 1952).
Segmented text for easier reading:
Λέων προβαλὼν
ταύροις δυσὶν ἐπειρᾶτο
τούτους καταθοινήσασθαι.
οἱ δὲ τὰ ἑαυτῶν κέρατα
ἐπίσης αὐτῷ ἀντιπαρατάξαντες
οὐκ εἴων τὸν λέοντα
μέσον αὐτῶν παρελθεῖν.
ὁρῶν τοίνυν ἐκεῖνος
ὡς ἀδυνάτως ἔχει
πρὸς αὐτοὺς
κατεσοφίσατο τοῦ ἑνός,
καὶ πρὸς αὐτὸν ἔφησεν ὡς
“εἴ γε τὸν σὸν ἑταῖρον προδώσεις μοι,
ἀβλαβῆ σε διατηρήσω.”
καὶ τούτῳ τῷ τρόπῳ
ἀμφοτέρους τοὺς ταύρους ἀνῄρηκεν.
Οὗτος δηλοῖ
ὡς καὶ πόλεις καὶ ἄνθρωποι
ἀλλήλοις ὁμονοοῦντες
οὐ συγχωροῦσιν αὐτῶν
τοὺς ἐχθροὺς περιγίνεσθαι·
τῆς δ’ ὁμονοίας
καταφρονοῦντες εὐχερῶς
ἄρδην τοῖς ὑπεναντίοις ἁλίσκονται.
Grammatical notes and comments:
Comments (0)
You don't have permission to comment on this page.