| 
View
 

syntipas13

This version was saved 17 years, 4 months ago View current version     Page history
Saved by Laura Gibbs
on February 24, 2008 at 5:01:16 pm
 

 

HOME | Syntipas: Previous Page - Next Page

Λέων καὶ δύο ταῦροι

The Two Bulls and the Lion = Perry 372 (English translation: Oxford Aesop 59)

Λέων προσβαλὼν ταύροις δυσὶν ἐπειρᾶτο τούτους καταθοινήσασθαι. οἱ δὲ τὰ ἑαυτῶν κέρατα ἐπίσης αὐτῷ ἀντιπαρατάξαντες οὐκ εἴων τὸν λέοντα μέσον αὐτῶν παρελθεῖν. ὁρῶν τοίνυν ἐκεῖνος ὡς ἀδυνάτως ἔχει πρὸς αὐτοὺς κατεσοφίσατο τοῦ ἑνός, καὶ πρὸς αὐτὸν ἔφησεν ὡς “εἴ γε τὸν σὸν ἑταῖρον προδώσεις μοι, ἀβλαβῆ σε διατηρήσω.” καὶ τούτῳ τῷ τρόπῳ ἀμφοτέρους τοὺς ταύρους ἀνῄρηκεν.

Οὗτος δηλοῖ ὡς καὶ πόλεις καὶ ἄνθρωποι ἀλλήλοις ὁμονοοῦντες οὐ συγχωροῦσιν αὐτῶν τοὺς ἐχθροὺς περιγίνεσθαι· τῆς δ’ ὁμονοίας καταφρονοῦντες εὐχερῶς ἄρδην τοῖς ὑπεναντίοις ἁλίσκονται.

From Ben Perry’s Aesopica (Urbana IL: 1952).

Segmented text for easier reading:

Λέων

προσβαλὼν ταύροις δυσὶν

ἐπειρᾶτο

τούτους καταθοινήσασθαι.

οἱ δὲ

τὰ ἑαυτῶν κέρατα

ἐπίσης αὐτῷ ἀντιπαρατάξαντες

οὐκ εἴων

τὸν λέοντα

μέσον αὐτῶν παρελθεῖν.

ὁρῶν τοίνυν ἐκεῖνος

ὡς ἀδυνάτως ἔχει

πρὸς αὐτοὺς

κατεσοφίσατο τοῦ ἑνός,

καὶ πρὸς αὐτὸν ἔφησεν ὡς

“εἴ γε

τὸν σὸν ἑταῖρον

προδώσεις μοι,

ἀβλαβῆ

σε διατηρήσω.”

καὶ

τούτῳ τῷ τρόπῳ

ἀμφοτέρους τοὺς ταύρους

ἀνῄρηκεν.

Οὗτος δηλοῖ ὡς

καὶ πόλεις καὶ ἄνθρωποι

ἀλλήλοις ὁμονοοῦντες

οὐ συγχωροῦσιν

αὐτῶν τοὺς ἐχθροὺς περιγίνεσθαι·

τῆς δ’ ὁμονοίας καταφρονοῦντες

εὐχερῶς

ἄρδην τοῖς ὑπεναντίοις ἁλίσκονται.

Grammatical notes and comments:

Λέων

προσβαλὼν ταύροις δυσὶν

ἐπειρᾶτο

τούτους καταθοινήσασθαι.

οἱ δὲ

τὰ ἑαυτῶν κέρατα

ἐπίσης αὐτῷ ἀντιπαρατάξαντες

  • οὐκ εἴων - imperfect of ἐάω

τὸν λέοντα

μέσον αὐτῶν παρελθεῖν.

ὁρῶν τοίνυν ἐκεῖνος

ὡς ἀδυνάτως ἔχει

πρὸς αὐτοὺς

  • κατεσοφίσατο τοῦ ἑνός, - the verb κατασοφίζομαι can take a genitive complement

καὶ πρὸς αὐτὸν ἔφησεν ὡς

“εἴ γε

τὸν σὸν ἑταῖρον

προδώσεις μοι,

  • ἀβλαβῆ - this adjective is being used predicatively, in agreement with σε

σε διατηρήσω.”

καὶ

τούτῳ τῷ τρόπῳ

ἀμφοτέρους τοὺς ταύρους

ἀνῄρηκεν.

Οὗτος δηλοῖ ὡς

  • καὶ πόλεις καὶ ἄνθρωποι - note the καὶ...καὶ... construction

ἀλλήλοις ὁμονοοῦντες

οὐ συγχωροῦσιν

αὐτῶν τοὺς ἐχθροὺς περιγίνεσθαι·

  • τῆς δ’ ὁμονοίας καταφρονοῦντες  - the verb καταφρονέω takes a genitive complement

εὐχερῶς

ἄρδην τοῖς ὑπεναντίοις ἁλίσκονται.

Comments (0)

You don't have permission to comment on this page.