HOME | Syntipas: Previous Page - Next Page
Ἔλαφος νοσοῦσα
The Deer and Her Friends = Perry 305 (English translation: Oxford Aesop 90)
Ἔλαφος νόσῳ περιπεσοῦσα ἐπί τινος τόπου πεδινοῦ κατακέκλιτο. τινὰ δὲ τῶν θηρίων εἰς θέαν αὐτῆς ἐλθόντα τὴν παρακειμένην τῇ ἐλάφῳ νομὴν κατεβοσκήθησαν· εἶτα ἐκείνη τῆς νόσου ἀπαλλαγεῖσα τῇ ἐνδείᾳ δεινῶς κατετρύχετο, καὶ τῇ νομῇ τὸ ζῆν προσαπώλεσεν.
Οὗτος δηλοῖ ὡς οἱ περιττοὺς καὶ ἀνονήτους κτώμενοι φίλους ἀντὶ κέρδους ὑπ’ αὐτῶν ζημίαν μᾶλλον ὑφίστανται.
From Ben Perry's Aesopica (Urbana IL: 1952).
Segmented text for easier reading:
Ἔλαφος
νόσῳ περιπεσοῦσα
ἐπί τινος τόπου πεδινοῦ
κατακέκλιτο.
τινὰ δὲ τῶν θηρίων
εἰς θέαν αὐτῆς ἐλθόντα
τὴν παρακειμένην
τῇ ἐλάφῳ
νομὴν κατεβοσκήθησαν·
εἶτα ἐκείνη τῆς νόσου ἀπαλλαγεῖσα
τῇ ἐνδείᾳ δεινῶς κατετρύχετο,
καὶ τῇ νομῇ
τὸ ζῆν προσαπώλεσεν.
Οὗτος δηλοῖ ὡς
οἱ περιττοὺς καὶ ἀνονήτους κτώμενοι
φίλους ἀντὶ κέρδους
ὑπ’ αὐτῶν
ζημίαν μᾶλλον ὑφίστανται.
Grammatical notes and comments:
Comments (0)
You don't have permission to comment on this page.