| 
View
 

syntipas26

This version was saved 17 years, 5 months ago View current version     Page history
Saved by dick.foster@...
on February 8, 2008 at 3:46:32 pm
 

 

HOME | Syntipas: Previous Page - Next Page

Ἰξευτὴς καὶ πέρδιξ

The Bird Catcher and the Partridge = Perry 265 (English translation: Oxford Aesop 45)

Ἀνήρ τις ἰξευτὴς κατέσχε τινὰ πέρδικα καὶ εὐθὺς αὐτὴν καταθῦσαι ἠθέλησεν. ἡ δὲ πέρδιξ, τῆς ἰδίας ζωῆς ἀντεχομένη, πρὸς τὸν ἰξευτὴν συνέθετο ὡς “εἴ με τῶν δεσμῶν ἐλευθερώσεις, πολλοὺς πέρδικας ἐκμειλιξαμένη προσαγάγω σοι.” ὁ δὲ ἰξευτής, τῷ ταύτης λόγῳ μᾶλλον μανείς, ταύτην αὐτίκα ἀνῄρηκεν.

Οὗτος δηλοῖ ὡς ὁ ἑτέρῳ παγίδα ἱστῶν αὐτὸς ἐν αὐτῇ ὡς σκαιὸς ἐμπεσεῖται.

From Ben Perry's Aesopica (Urbana IL: 1952).

Segmented text for easier reading:

Ἀνήρ τις ἰξευτὴς

κατέσχε τινὰ πέρδικα

καὶ εὐθὺς

αὐτὴν καταθῦσαι ἠθέλησεν.

ἡ δὲ πέρδιξ,

τῆς ἰδίας ζωῆς ἀντεχομένη,

πρὸς τὸν ἰξευτὴν

συνέθετο ὡς

“εἴ με τῶν δεσμῶν ἐλευθερώσεις,

πολλοὺς πέρδικας

ἐκμειλιξαμένη

προσαγάγω σοι.”

ὁ δὲ ἰξευτής,

τῷ ταύτης λόγῳ

μᾶλλον μανείς,

ταύτην αὐτίκα ἀνῄρηκεν.

Οὗτος δηλοῖ ὡς

ὁ ἑτέρῳ παγίδα ἱστῶν

αὐτὸς ἐν αὐτῇ

ὡς σκαιὸς

ἐμπεσεῖται.

Grammatical notes and comments:

Comments (0)

You don't have permission to comment on this page.