| 
View
 

syntipas28

Page history last edited by Laura Gibbs 17 years, 3 months ago

 

HOME | Syntipas: Previous Page - Next Page

Κύων κρέας φέρων

The Dog Carrying The Meat = Perry 133 (English translation: Oxford Aesop 263)

Κύων ἁρπάσας βρῶμα ἐκ μακελλίου ᾤχετο φυγὰς ἐκεῖθεν καὶ ἔφθασεν ἐπί τινα ποταμόν. περαιούμενος δὲ αὐτὸν ὁρᾷ ἐν τοῖς ὕδασι τὴν τοῦ βρώματος σκιὰν πολλῷ οὖσαν οὗ ἔφερεν εὐμεγεθεστέραν, καὶ τοῦ στόματος ἀπορρίψας τὸ βρῶμα ἐπὶ τὴν ὁραθεῖσαν αὐτοῦ σκιὰν κατηπείγετο. τῆς δὲ ἀφανοῦς γενομένης, στραφεὶς ὁ κύων τὸ ἀπορριφθὲν ἆραι, οὐδὲν ἐφεῦρε τὸ σύνολον· καὶ γὰρ ἐκεῖνο παρά τινος καταπτάντος κόρακος εὐθὺς ἡρπάγη καὶ κατεβρώθη. εἶτα ὁ κύων ἑαυτὸν ἐταλάνιζε, “τί ἄρα πέπονθα;” λέγων, “ὅτι ὃ εἶχον ἀφρόνως καταλιπὼν ἐφ’ ἕτερον ἀφανὲς ἠπειγόμην, κἀκείνου ἀποτυχὼν καὶ τοῦ προτέρου ἐξέπεσον.”

Οὗτος δηλοῖ περὶ τῶν ἀκορέστως ἐχόντων καὶ τῶν περιττῶν ὀρεγομένων.

From Ben Perry’s Aesopica (Urbana IL: 1952).

Segmented text for easier reading:

Κύων

ἁρπάσας βρῶμα

ἐκ μακελλίου

ᾤχετο φυγὰς ἐκεῖθεν

καὶ ἔφθασεν

ἐπί τινα ποταμόν.

περαιούμενος δὲ αὐτὸν

ὁρᾷ ἐν τοῖς ὕδασι

τὴν τοῦ βρώματος σκιὰν

πολλῷ οὖσαν

οὗ ἔφερεν

εὐμεγεθεστέραν,

καὶ

τοῦ στόματος ἀπορρίψας

τὸ βρῶμα

ἐπὶ τὴν ὁραθεῖσαν αὐτοῦ σκιὰν

κατηπείγετο.

τῆς δὲ ἀφανοῦς γενομένης,

στραφεὶς

ὁ κύων

τὸ ἀπορριφθὲν ἆραι,

οὐδὲν ἐφεῦρε τὸ σύνολον·

καὶ γὰρ ἐκεῖνο

παρά τινος καταπτάντος κόρακος

εὐθὺς ἡρπάγη

καὶ κατεβρώθη.

εἶτα ὁ κύων

ἑαυτὸν ἐταλάνιζε,

“τί ἄρα πέπονθα;”

λέγων,

“ὅτι

ὃ εἶχον

ἀφρόνως καταλιπὼν

ἐφ’ ἕτερον ἀφανὲς ἠπειγόμην,

κἀκείνου ἀποτυχὼν

καὶ τοῦ προτέρου ἐξέπεσον.”

Οὗτος δηλοῖ

περὶ τῶν ἀκορέστως ἐχόντων

καὶ

τῶν περιττῶν ὀρεγομένων.

Grammatical notes and comments:

Κύων

ἁρπάσας βρῶμα

ἐκ μακελλίου

ᾤχετο φυγὰς ἐκεῖθεν

καὶ ἔφθασεν

ἐπί τινα ποταμόν.

περαιούμενος δὲ αὐτὸν

ὁρᾷ ἐν τοῖς ὕδασι

τὴν τοῦ βρώματος σκιὰν

  • πολλῷ οὖσαν - dative expressing the degree of difference with the comparative εὐμεγεθεστέραν
  • οὗ ἔφερεν - the genitive case is by attraction (genitive of comparison with εὐμεγεθεστέραν), when it should be accusative, the direct object of ἔφερεν
  • εὐμεγεθεστέραν, - this adjective is predicative with οὖσαν
  • καὶ - this word is being used to coordinate the two finitve verbs ὁρᾷ and κατηπείγετο

τοῦ στόματος ἀπορρίψας

τὸ βρῶμα

ἐπὶ τὴν ὁραθεῖσαν αὐτοῦ σκιὰν

κατηπείγετο.

  • τῆς δὲ ἀφανοῦς γενομένης, - adjective ἀφανοῦς being used predicatively with γενομένης in a genitive absolute construction

στραφεὶς

ὁ κύων

τὸ ἀπορριφθὲν ἆραι,

οὐδὲν ἐφεῦρε τὸ σύνολον·

καὶ γὰρ ἐκεῖνο

παρά τινος καταπτάντος κόρακος

εὐθὺς ἡρπάγη

καὶ κατεβρώθη.

εἶτα ὁ κύων

ἑαυτὸν ἐταλάνιζε,

“τί ἄρα πέπονθα;”

λέγων,

“ὅτι

ὃ εἶχον

ἀφρόνως καταλιπὼν

ἐφ’ ἕτερον ἀφανὲς ἠπειγόμην,

  • κἀκείνου ἀποτυχὼν - notice the καὶ (ἐκείνου)...καὶ construction
  • καὶ τοῦ προτέρου ἐξέπεσον.” - the verb ἐκπίπτω, be deprived of, takes a genitive complement

Οὗτος δηλοῖ

περὶ τῶν ἀκορέστως ἐχόντων

  • καὶ - the word καὶ is used to coordinate the two participial phrases, ἐχόντων and ὀρεγομένων
  • τῶν περιττῶν ὀρεγομένων. - the verb ὀρέγω takes a genitive complement, περιττῶν

Comments (0)

You don't have permission to comment on this page.