syntipas33


 

HOME | Syntipas: Previous Page - Next Page

Κύων καὶ μακελλεύς

The Butcher and the Dog = Perry 254 (English translation: Oxford Aesop 598)

Κύων ἐν μακελλίῳ εἰσελθὼν καρδίας βρῶμα ἐκεῖθεν ἀφήρπασεν. ὁ δέ γε μακελλεὺς ἐπιστραφεὶς ἔλεγεν αὐτῷ “οὐ καρδίαν ἥρπασας, ἀλλὰ καρδίαν ἐνέθου μοι· εἰ γὰρ αὖθις ἐνταῦθα εἰσέλθῃς, ἐγώ σοι τὰ τῆς ἁρπαγῆς ἐπιδείξω ἐπίχειρα.”

Οὗτος δηλοῖ ὡς ἐν τῷ παθεῖν τις ἐπισπᾶται τὸ μαθεῖν καὶ προσεκτικῶς ἔχειν.

From Ben Perry’s Aesopica (Urbana IL: 1952).

Segmented text for easier reading:

Κύων

ἐν μακελλίῳ εἰσελθὼν

καρδίας βρῶμα

ἐκεῖθεν ἀφήρπασεν.

ὁ δέ γε μακελλεὺς

ἐπιστραφεὶς

ἔλεγεν αὐτῷ

“οὐ καρδίαν ἥρπασας,

ἀλλὰ καρδίαν ἐνέθου μοι·

εἰ γὰρ αὖθις ἐνταῦθα εἰσέλθῃς,

ἐγώ

σοι

τὰ τῆς ἁρπαγῆς ἐπιδείξω ἐπίχειρα.”

Οὗτος δηλοῖ ὡς

ἐν τῷ παθεῖν

τις ἐπισπᾶται

τὸ μαθεῖν

καὶ προσεκτικῶς ἔχειν.

Grammatical notes and comments:

Κύων

ἐν μακελλίῳ εἰσελθὼν

καρδίας βρῶμα

ἐκεῖθεν ἀφήρπασεν.

ὁ δέ γε μακελλεὺς

ἐπιστραφεὶς

ἔλεγεν αὐτῷ

“οὐ καρδίαν ἥρπασας,

εἰ γὰρ αὖθις ἐνταῦθα εἰσέλθῃς,

ἐγώ

σοι

Οὗτος δηλοῖ ὡς

ἐν τῷ παθεῖν

τις ἐπισπᾶται

καὶ προσεκτικῶς ἔχειν.