| 
  • If you are citizen of an European Union member nation, you may not use this service unless you are at least 16 years old.

  • Browse and search Google Drive and Gmail attachments (plus Dropbox and Slack files) with a unified tool for working with your cloud files. Try Dokkio (from the makers of PBworks) for free. Now available on the web, Mac, Windows, and as a Chrome extension!

View
 

syntipas36

Page history last edited by Laura Gibbs 13 years, 5 months ago

 

HOME | Syntipas: Previous Page - Next Page

Νυκτερίς, κέπφος καὶ βάτος

The Bat, the Booby and the Bramble Bush = Perry 171 (English translation: Oxford Aesop 500)

Νυκτερίς, κέπφος καὶ βάτος πρὸς ἀλλήλους κοινωνίαν ἔθεντο, τοῦ ἐπί τινα δῆθεν ἐμπορίαν ἀπελθεῖν. καὶ ἡ μὲν χρυσόν, ὁ δὲ χαλκόν, ἡ δὲ ὑφάσματα δανειακῶς ἐξελάβοντο καὶ ἐν πλοίῳ ἀποθέμενοι τοῦ πλοὸς εὐθὺς εἴχοντο. ἄφνω δὲ ζάλη καὶ καταιγὶς διαπνεύσασα εἰς κλύδωνα μέγιστον τὸ πέλαγος ἦρε, καὶ τὸ σκάφος διασπαράξαν τὰ ἐν αὐτῷ πάντα τῷ βυθῷ παραδίδωσιν. ἐξ ἐκείνου δὲ ἡ μὲν νυκτερίς, τοὺς δανειστὰς πτοουμένη καὶ δεδιῶσα καὶ ἑαυτὴν ὑποστέλλουσα, μόνῃ τῇ νυκτὶ ἐξέρχεται· ὁ δὲ κέπφος ἐπὶ τῆς θαλάσσης τὰς διατριβὰς ἔχει, ἀναζητῶν τὸν χαλκόν· ἡ δὲ βάτος τοῖς ἱματισμοῖς τῶν παραπορευομένων συμπλέκεται, τὰ ὑφάσματα εὑρεῖν δι’ ὅλου σπουδάζουσα.

Οὗτος ὁ μῦθος δηλοῖ ὡς τῶν ἀνθρώπων ἕκαστον χρή, μετὰ τὴν ἔκβασιν τῶν ἐπικινδύνων πράξεων, προσεκτικῶς ἔχειν, ὥστε μὴ αὖθις τοῖς ἐκ τούτων ὁμοίοις κακοῖς περιπετεῖς γίνεσθαι.

From Ben Perry’s Aesopica (Urbana IL: 1952).

Segmented text for easier reading:

Νυκτερίς, κέπφος καὶ βάτος

πρὸς ἀλλήλους

κοινωνίαν ἔθεντο,

τοῦ ἐπί τινα δῆθεν ἐμπορίαν ἀπελθεῖν.

καὶ

ἡ μὲν χρυσόν,

ὁ δὲ χαλκόν,

ἡ δὲ ὑφάσματα

δανειακῶς ἐξελάβοντο

καὶ

ἐν πλοίῳ ἀποθέμενοι

τοῦ πλοὸς εὐθὺς εἴχοντο.

ἄφνω δὲ

ζάλη καὶ καταιγὶς

διαπνεύσασα

εἰς κλύδωνα μέγιστον

τὸ πέλαγος ἦρε,

καὶ τὸ σκάφος διασπαράξαν

τὰ ἐν αὐτῷ πάντα

τῷ βυθῷ παραδίδωσιν.

ἐξ ἐκείνου δὲ

ἡ μὲν νυκτερίς,

τοὺς δανειστὰς

πτοουμένη καὶ δεδιῶσα

καὶ ἑαυτὴν ὑποστέλλουσα,

μόνῃ τῇ νυκτὶ

ἐξέρχεται·

ὁ δὲ κέπφος

ἐπὶ τῆς θαλάσσης

τὰς διατριβὰς ἔχει,

ἀναζητῶν τὸν χαλκόν·

ἡ δὲ βάτος

τοῖς ἱματισμοῖς τῶν παραπορευομένων

συμπλέκεται,

τὰ ὑφάσματα εὑρεῖν

δι’ ὅλου σπουδάζουσα.

Οὗτος ὁ μῦθος δηλοῖ ὡς

τῶν ἀνθρώπων ἕκαστον

χρή,

μετὰ τὴν ἔκβασιν

τῶν ἐπικινδύνων πράξεων,

προσεκτικῶς ἔχειν,

ὥστε μὴ αὖθις

τοῖς ἐκ τούτων ὁμοίοις κακοῖς

περιπετεῖς γίνεσθαι.

Grammatical notes and comments:

Νυκτερίς, κέπφος καὶ βάτος

πρὸς ἀλλήλους

κοινωνίαν ἔθεντο,

  • τοῦ ἐπί τινα δῆθεν ἐμπορίαν ἀπελθεῖν. - the infinitive phrase wraps around the prepositional phrase

καὶ

ἡ μὲν χρυσόν,

ὁ δὲ χαλκόν,

ἡ δὲ ὑφάσματα

δανειακῶς ἐξελάβοντο

  • καὶ - the word joins the finite verbs ἐξελάβοντο and εἴχοντο

ἐν πλοίῳ ἀποθέμενοι

τοῦ πλοὸς εὐθὺς εἴχοντο.

ἄφνω δὲ

  • ζάλη καὶ καταιγὶς - these two synonyms are being treated as if they were a singular noun διαπνεύσασα ... ἦρε)

διαπνεύσασα 

εἰς κλύδωνα μέγιστον

τὸ πέλαγος ἦρε,

  • καὶ τὸ σκάφος διασπαράξαν - διασπαράξαν neuter singular participle (δια-σπαράσσω)
  • τὰ ἐν αὐτῷ πάντα - τὰ  αὐτῷ σκάφει πάντα
  • τῷ βυθῷ παραδίδωσιν. - subject is πέλαγος (neuter, agreeing with διασπαράξαν)

ἐξ ἐκείνου δὲ

ἡ μὲν νυκτερίς,

τοὺς δανειστὰς

πτοουμένη καὶ δεδιῶσα

καὶ ἑαυτὴν ὑποστέλλουσα,

μόνῃ τῇ νυκτὶ

ἐξέρχεται·

ὁ δὲ κέπφος

ἐπὶ τῆς θαλάσσης

τὰς διατριβὰς ἔχει,

ἀναζητῶν τὸν χαλκόν·

ἡ δὲ βάτος

τοῖς ἱματισμοῖς τῶν παραπορευομένων

συμπλέκεται,

τὰ ὑφάσματα εὑρεῖν

δι’ ὅλου σπουδάζουσα.

Οὗτος ὁ μῦθος δηλοῖ ὡς

τῶν ἀνθρώπων ἕκαστον

χρή,

μετὰ τὴν ἔκβασιν

τῶν ἐπικινδύνων πράξεων,

  • προσεκτικῶς ἔχειν, - infinitive with χρή

ὥστε μὴ αὖθις

τοῖς ἐκ τούτων ὁμοίοις κακοῖς

περιπετεῖς γίνεσθαι.

Comments (0)

You don't have permission to comment on this page.