syntipas37


 

HOME | Syntipas: Previous Page - Next Page

Λέων γηράσας καὶ αλώπηξ

The Fox, the Lion and the Footprints = Perry 142 (English translation: Oxford Aesop 18)

Λέων γηράσας τις καὶ ἀτονήσας, καὶ ἑαυτὸν μὴ δυνάμενος διατρέφειν, ἐπειρᾶτο μηχανικῶς διαζῆν. νοσεῖν οὖν προσποιούμενος κατέκλινεν ἑαυτὸν ἔν τινι σπηλαίῳ· εἶτα τῶν ἄλλων θηρίων εἰς ἐπίσκεψιν αὐτοῦ παραγινομένων, εὐθὺς ἕκαστον αὐτῶν ἁρπάζων κατήσθιε. γνοῦσα δὲ ἡ ἀλώπηξ τὴν αὐτοῦ πανουργίαν οὐκ ἤθελε πρὸς αὐτὸν ἀνελθεῖν, ἀλλὰ μακρόθεν ἑστῶσα ἐπηρώτα τὸν λέοντα ὅπως δῆθεν τὰ κατ’ αὐτὸν ἔχει. ὁ δὲ πρὸς αὐτὴν ἔλεγε “τίνος χάριν οὐκ εἰσέρχῃ πρός με;” ἡ δὲ ἀλώπηξ ἀντέφησεν ὡς “πολλῶν ἴχνη ἐνταῦθα ἑώρακα εἰσελθόντων μέν, μὴ ἐξελθόντων δέ.”

Οὗτος δηλοῖ ὡς καὶ τοὺς ἀνθρώπους ἀφορᾶσθαι δεῖ τὰ τῶν πρακτέων ἐπικίνδυνα καὶ ἐξ αὐτῶν ἀποδιδράσκειν, ἀσφαλίζεσθαι δὲ καὶ απὸ τῶν δόλῳ καὶ ὑποκρίσει φιλίας πειρωμένων ἑταίρους λυμαίνεσθαι.

From Ben Perry’s Aesopica (Urbana IL: 1952).

Segmented text for easier reading:

Λέων

γηράσας τις

καὶ ἀτονήσας,

καὶ ἑαυτὸν μὴ δυνάμενος διατρέφειν,

ἐπειρᾶτο μηχανικῶς διαζῆν.

νοσεῖν οὖν προσποιούμενος

κατέκλινεν ἑαυτὸν

ἔν τινι σπηλαίῳ·

εἶτα

τῶν ἄλλων θηρίων

εἰς ἐπίσκεψιν αὐτοῦ παραγινομένων,

εὐθὺς

ἕκαστον αὐτῶν ἁρπάζων

κατήσθιε.

γνοῦσα δὲ

ἡ ἀλώπηξ

τὴν αὐτοῦ πανουργίαν

οὐκ ἤθελε

πρὸς αὐτὸν ἀνελθεῖν,

ἀλλὰ μακρόθεν ἑστῶσα

ἐπηρώτα τὸν λέοντα

ὅπως δῆθεν

τὰ κατ’ αὐτὸν ἔχει.

ὁ δὲ

πρὸς αὐτὴν ἔλεγε

“τίνος χάριν

οὐκ εἰσέρχῃ πρός με;”

ἡ δὲ ἀλώπηξ

ἀντέφησεν ὡς

“πολλῶν ἴχνη

ἐνταῦθα ἑώρακα

εἰσελθόντων μέν,

μὴ ἐξελθόντων δέ.”

Οὗτος δηλοῖ ὡς

καὶ τοὺς ἀνθρώπους

ἀφορᾶσθαι δεῖ

τὰ τῶν πρακτέων ἐπικίνδυνα

καὶ ἐξ αὐτῶν ἀποδιδράσκειν,

ἀσφαλίζεσθαι δὲ

καὶ

απὸ τῶν δόλῳ καὶ ὑποκρίσει φιλίας πειρωμένων ἑταίρους

λυμαίνεσθαι.

Grammatical notes and comments:

Λέων

γηράσας τις

καὶ ἀτονήσας,

καὶ ἑαυτὸν μὴ δυνάμενος διατρέφειν,

ἐπειρᾶτο μηχανικῶς διαζῆν.

νοσεῖν οὖν προσποιούμενος

κατέκλινεν ἑαυτὸν

ἔν τινι σπηλαίῳ·

εἶτα

τῶν ἄλλων θηρίων

εὐθὺς

ἕκαστον αὐτῶν ἁρπάζων

κατήσθιε.

γνοῦσα δὲ

ἡ ἀλώπηξ

τὴν αὐτοῦ πανουργίαν

οὐκ ἤθελε

πρὸς αὐτὸν ἀνελθεῖν,

ἀλλὰ μακρόθεν ἑστῶσα

ἐπηρώτα τὸν λέοντα

ὅπως δῆθεν

τὰ κατ’ αὐτὸν ἔχει.

ὁ δὲ

πρὸς αὐτὴν ἔλεγε

“τίνος χάριν

οὐκ εἰσέρχῃ πρός με;”

ἡ δὲ ἀλώπηξ

ἀντέφησεν ὡς

“πολλῶν ἴχνη

ἐνταῦθα ἑώρακα

εἰσελθόντων μέν,

μὴ ἐξελθόντων δέ.”

Οὗτος δηλοῖ ὡς

τὰ τῶν πρακτέων ἐπικίνδυνα

καὶ ἐξ αὐτῶν ἀποδιδράσκειν,

ἀσφαλίζεσθαι δὲ

καὶ

απὸ τῶν δόλῳ καὶ ὑποκρίσει φιλίας πειρωμένων ἑταίρους

λυμαίνεσθαι.