syntipas45


 

HOME | Syntipas: Previous Page - Next Page

Πῶλος

The Man, the Mare and the Foal = Perry 401 (English translation: Oxford Aesop 84)

Ἀνήρ τις ἐπωχεῖτο ἵππῳ τινὶ θηλείᾳ ἐγκύῳ οὔσῃ, καὶ ὁδοιποροῦντος αὐτοῦ ἡ ἵππος πῶλον ἀπέτεκεν. ὁ δὲ πῶλος κατόπιν αὐτῆς εὐθὺς πορευόμενος καὶ ταχέως ἰλιγγιάσας πρὸς τὸν τῆς ἰδίας μητρὸς ἐπιβάτην ἔλεγεν “ἰδού, ὁρᾷς με βραχύτατον καὶ πρὸς πορείαν ἀδύνατον· γίνωσκε δέ, ὡς εἰ ἐνταῦθά με καταλίπῃς, αὐθωρὸν διαφθείρομαι, εἰ δ’ ἐντεῦθεν ἄρῃς με καὶ ἀπαγάγῃς ἐν οἴκῳ καὶ ἀνατραφῆναι ποιήσῃς, οὕτως αὐξυνθεὶς ἐν ὑστέρῳ ἐποχεῖσθαί μοι ποιήσω σε.”

Οὗτος δηλοῖ ὡς ἐκείνους εὐεργετεῖν χρή, ὑπὲρ ὧν καὶ ἡ ἀντάμειψις τῆς εὐποιΐας ἐλπίζεται.

From Ben Perry’s Aesopica (Urbana IL: 1952).

Segmented text for easier reading:

Ἀνήρ τις

ἐπωχεῖτο

ἵππῳ τινὶ

θηλείᾳ ἐγκύῳ οὔσῃ,

καὶ ὁδοιποροῦντος αὐτοῦ

ἡ ἵππος

πῶλον ἀπέτεκεν.

ὁ δὲ πῶλος

κατόπιν αὐτῆς

εὐθὺς πορευόμενος

καὶ ταχέως ἰλιγγιάσας

πρὸς τὸν τῆς ἰδίας μητρὸς ἐπιβάτην

ἔλεγεν

“ἰδού,

ὁρᾷς με

βραχύτατον

καὶ πρὸς πορείαν ἀδύνατον·

γίνωσκε δέ,

ὡς εἰ ἐνταῦθά με καταλίπῃς,

αὐθωρὸν διαφθείρομαι,

εἰ δ’ ἐντεῦθεν ἄρῃς με

καὶ ἀπαγάγῃς

ἐν οἴκῳ

καὶ ἀνατραφῆναι ποιήσῃς,

οὕτως αὐξυνθεὶς

ἐν ὑστέρῳ

ἐποχεῖσθαί μοι

ποιήσω σε.”

Οὗτος δηλοῖ ὡς

ἐκείνους εὐεργετεῖν χρή,

ὑπὲρ ὧν

καὶ ἡ ἀντάμειψις

τῆς εὐποιΐας

ἐλπίζεται.

Grammatical notes and comments: