| 
  • If you are citizen of an European Union member nation, you may not use this service unless you are at least 16 years old.

  • You already know Dokkio is an AI-powered assistant to organize & manage your digital files & messages. Very soon, Dokkio will support Outlook as well as One Drive. Check it out today!

View
 

syntipas48

Page history last edited by dick.foster@... 16 years, 1 month ago

 

HOME | Syntipas: Previous Page - Next Page

Κύκλωψ

The Cyclops and his Treasure = Perry 405 (English translation: Oxford Aesop 465)

Ἀνήρ τις τῶν εὐλαβῶν τυγχάνων, τάχα καὶ τοῖς πρακτέοις σεμνός, ἐπὶ χρόνον ἱκανὸν εὐμαρῶς τοῖς ἰδίοις παισὶ συμβιοτεύων, μετὰ ταῦτα ἐνδείᾳ περιπίπτει ἐσχάτῃ. καὶ τὴν ψυχὴν καιρίως ἀλγῶν ἐβλασφήμει τὸ θεῖον καὶ ἑαυτὸν ἀνελεῖν ἠναγκάζετο. λαβὼν γοῦν σπάθην ἐπί τινα τῶν ἐρημικῶν τόπων ἐξῄει, θανεῖν μᾶλλον ἑλόμενος ἤπερ ζῆν κακῶς. καὶ πορευόμενος λάκκον τινὰ βαθύτατον ἔτυχεν εὑρηκώς, ἐν ᾧ χρυσίον οὐκ ὀλίγον παρά τινος τῶν γιγαντιαίων ἀνδρῶν ἀπετέθειτο, ᾧ Κύκλωψ ἦν τὸ ὄνομα. ἰδὼν δὲ ὁ δῆθεν εὐλαβὴς ἀνὴρ τὸ χρυσίον φόβου εὐθὺς καὶ χαρᾶς ἀνάπλεως γίνεται, καὶ ῥίπτει μὲν τῆς χειρὸς τὸ ξίφος, αἴρει δὲ τὸ χρυσίον ἐκεῖθεν, καὶ ἄσμενος ἐπὶ τὴν οἰκίαν καὶ τοὺς παῖδας αὐτοῦ ἐπανέρχεται. εἶτα ὁ Κύκλωψ ἐπὶ τὸν λάκκον ἐλθὼν καὶ τὸ μὲν χρυσίον μὴ εὑρηκώς, ἀντ’ αὐτοῦ δὲ κείμενον ἐκεῖσε τὸ ξίφος ἑωρακώς, αὐτίκα τοῦτο σπασάμενος ἑαυτὸν διεχειρίσατο.

Ὁ λόγος οὗτος δηλοῖ ὡς τοῖς σκαιοῖς ἀνδράσιν ἀκολούθως τὰ κακὰ ἐπισυμβαίνει, τοῖς δὲ ἀγαθοῖς καὶ εὐλαβέσι τὰ ἀγαθὰ ταμιεύεται.

From Ben Perry’s Aesopica (Urbana IL: 1952).

Segmented text for easier reading:

Ἀνήρ τις

τῶν εὐλαβῶν τυγχάνων,

τάχα καὶ τοῖς πρακτέοις σεμνός,

ἐπὶ χρόνον ἱκανὸν

εὐμαρῶς

τοῖς ἰδίοις παισὶ

συμβιοτεύων,

μετὰ ταῦτα

ἐνδείᾳ περιπίπτει ἐσχάτῃ.

καὶ τὴν ψυχὴν καιρίως ἀλγῶν

ἐβλασφήμει τὸ θεῖον

καὶ ἑαυτὸν ἀνελεῖν ἠναγκάζετο.

λαβὼν γοῦν σπάθην

ἐπί τινα τῶν ἐρημικῶν τόπων ἐξῄει,

θανεῖν μᾶλλον ἑλόμενος

ἤπερ ζῆν κακῶς.

καὶ πορευόμενος

λάκκον τινὰ βαθύτατον

ἔτυχεν εὑρηκώς,

ἐν ᾧ

χρυσίον οὐκ ὀλίγον

παρά τινος τῶν γιγαντιαίων ἀνδρῶν

ἀπετέθειτο,

Κύκλωψ ἦν τὸ ὄνομα.

ἰδὼν δὲ ὁ δῆθεν εὐλαβὴς ἀνὴρ

τὸ χρυσίον

φόβου εὐθὺς καὶ χαρᾶς ἀνάπλεως γίνεται,

καὶ ῥίπτει μὲν

τῆς χειρὸς τὸ ξίφος,

αἴρει δὲ

τὸ χρυσίον ἐκεῖθεν,

καὶ ἄσμενος

ἐπὶ τὴν οἰκίαν

καὶ τοὺς παῖδας αὐτοῦ

ἐπανέρχεται.

εἶτα ὁ Κύκλωψ

ἐπὶ τὸν λάκκον ἐλθὼν

καὶ τὸ μὲν χρυσίον μὴ εὑρηκώς,

ἀντ’ αὐτοῦ δὲ

κείμενον ἐκεῖσε τὸ ξίφος ἑωρακώς,

αὐτίκα τοῦτο σπασάμενος

ἑαυτὸν διεχειρίσατο.

Ὁ λόγος οὗτος δηλοῖ ὡς

τοῖς σκαιοῖς ἀνδράσιν

ἀκολούθως τὰ κακὰ ἐπισυμβαίνει,

τοῖς δὲ ἀγαθοῖς καὶ εὐλαβέσι

τὰ ἀγαθὰ ταμιεύεται.

Grammatical notes and comments:

Comments (0)

You don't have permission to comment on this page.