| 
  • If you are citizen of an European Union member nation, you may not use this service unless you are at least 16 years old.

  • You already know Dokkio is an AI-powered assistant to organize & manage your digital files & messages. Very soon, Dokkio will support Outlook as well as One Drive. Check it out today!

View
 

syntipas49

Page history last edited by dick.foster@... 16 years, 1 month ago

 

HOME | Syntipas: Previous Page - Next Page

Θηρευτὴς καὶ ἱππεύς

The Hunter and the Horseman = Perry 402 (English translation: Oxford Aesop 257)

Ἀνήρ τις θηρευτής, λαγωὸν κατασχὼν καὶ τοῦτον ἐπιφερόμενος, τῆς ὁδοιπορίας εἴχετο. καί τινι προσυπαντηθεὶς ἐφίππῳ ἀνδρί, ἐζητεῖτο παρ’ αὐτοῦ τὸν λαγωὸν ἐν προσχήματι ἀπεμπολήσεως. λαβὼν οὖν ὁ ἱππεὺς τὸν λαγωὸν ἀπὸ τοῦ θηρευτοῦ, εὐθὺς δρομαῖος ὤχετο. ὁ δὲ θηρευτὴς κατόπιν αὐτοῦ τρέχων φθάσαι αὐτὸν δῆθεν ἐδόκει· τοῦ δὲ ἱππέως ἐκ πολλοῦ τοῦ διαστήματος μακρὰν ἐκείνου ἀπέχοντος, ὁ θηρευτὴς καὶ ἄκων φωνεῖ πρὸς αὐτὸν καί φησιν “ἄπελθε λοιπόν· ἐγὼ γὰρ ἤδη τὸν λαγωὸν ἐδωρησάμην σοι.”

Οὗτος δηλοῖ ὡς πολλοὶ ἀκουσίως τὰ ἴδια ἀφαιρούμενοι προσποιοῦνται δῆθεν ἑκοντὶ ταῦτα δωρεῖσθαι.

From Ben Perry’s Aesopica (Urbana IL: 1952).

Segmented text for easier reading:

Ἀνήρ τις

θηρευτής,

λαγωὸν κατασχὼν

καὶ τοῦτον ἐπιφερόμενος,

τῆς ὁδοιπορίας εἴχετο.

καί τινι προσυπαντηθεὶς ἐφίππῳ ἀνδρί,

ἐζητεῖτο παρ’ αὐτοῦ τὸν λαγωὸν

ἐν προσχήματι ἀπεμπολήσεως.

λαβὼν οὖν ὁ ἱππεὺς

τὸν λαγωὸν ἀπὸ τοῦ θηρευτοῦ,

εὐθὺς δρομαῖος ὤχετο.

ὁ δὲ θηρευτὴς

κατόπιν αὐτοῦ

τρέχων

φθάσαι αὐτὸν δῆθεν ἐδόκει·

τοῦ δὲ ἱππέως

ἐκ πολλοῦ τοῦ διαστήματος

μακρὰν ἐκείνου ἀπέχοντος,

ὁ θηρευτὴς

καὶ ἄκων

φωνεῖ πρὸς αὐτὸν

καί φησιν

“ἄπελθε λοιπόν·

ἐγὼ γὰρ

ἤδη τὸν λαγωὸν ἐδωρησάμην σοι.”

Οὗτος δηλοῖ ὡς

πολλοὶ ἀκουσίως τὰ ἴδια ἀφαιρούμενοι

προσποιοῦνται δῆθεν

ἑκοντὶ ταῦτα δωρεῖσθαι.

Grammatical notes and comments:

Comments (0)

You don't have permission to comment on this page.