syntipas50


 

HOME | Syntipas: Previous Page - Next Page

Κύων καὶ λαγωός

The Dog and the Hare = Perry 136 (English translation: Oxford Aesop 374)

Κύων λαγωοῦ κατατρέχων καὶ τοῦτον καταλαβών, ποτὲ μὲν αὐτὸν ἔδακνε, ποτὲ δὲ τὸ ἐντεῦθεν ἀπορρέον αὐτοῦ αἷμα ἀνέλειχεν. ὁ δὲ λαγωὸς ἐδόκει τὸν κύνα μᾶλλον καταφιλεῖν αὐτόν, καὶ ὑπολαβὼν ἔφη πρὸς αὐτόν “ἢ ὡς προσφιλὴς περιπτύσσου με, ἢ ὡς ἐχθρὸς καὶ πολέμιος κατάδακνε.”

Οὗτος δηλοῖ ὡς καὶ ἄνθρωποί τινες, ἔξωθεν μὲν φιλίαν ὑποκρίνονται, ἔσωθεν δὲ κακίας καὶ ἀπηνείας πεπλήρωνται.

From Ben Perry’s Aesopica (Urbana IL: 1952).

Segmented text for easier reading:

Κύων

λαγωοῦ κατατρέχων

καὶ τοῦτον καταλαβών,

ποτὲ μὲν

αὐτὸν ἔδακνε,

ποτὲ δὲ

τὸ ἐντεῦθεν ἀπορρέον αὐτοῦ αἷμα

ἀνέλειχεν.

ὁ δὲ λαγωὸς

ἐδόκει

τὸν κύνα μᾶλλον καταφιλεῖν αὐτόν,

καὶ ὑπολαβὼν ἔφη πρὸς αὐτόν

“ἢ ὡς προσφιλὴς

περιπτύσσου με,

ἢ ὡς ἐχθρὸς καὶ πολέμιος

κατάδακνε.”

Οὗτος δηλοῖ ὡς καὶ ἄνθρωποί τινες,

ἔξωθεν μὲν

φιλίαν ὑποκρίνονται,

ἔσωθεν δὲ

κακίας καὶ ἀπηνείας πεπλήρωνται.

Grammatical notes and comments: