syntipas51


 

HOME | Syntipas: Previous Page - Next Page

Μύες καὶ γαλαῖ

The Mice and the Weasels = Perry 165 (English translation: Oxford Aesop 455)

Γαλαῖς ποτε καὶ μυσὶ μάχη συνεκροτεῖτο. ἡττώμενοι δὲ κατὰ κράτος οἱ μύες, καὶ γνόντες ἐξ ἀτονίας πάντως καὶ δειλίας ἡττᾶσθαι, σατράπας ἑαυτοῖς καὶ τῆς μάχης ἀρχηγοὺς κεχειροτονήκασιν. οἱ δὲ σάτραπαι ἐμφανέστεροι θελήσαντες καὶ θαρραλεώτεροι τῶν ἄλλων μυῶν καθίστασθαι, κέρατα ταῖς ἑαυτῶν κορυφαῖς περιέθεντο. εἶτα πάλιν αἱ γαλαῖ τοῖς μυσὶ προσβαλοῦσαι εἰς φυγὴν πάντας τρέπουσι· καὶ οἱ μὲν ἄλλοι μύες φυγάδες γενόμενοι πρὸς τὰς ἑαυτῶν καταδύσεις εὐθὺς ῥᾳδίως εἰσέδυσαν, οἱ δὲ τούτων προέξαρκοι, μέχρι τῶν ὀπῶν καὶ οὗτοι ἐν τῷ φεύγειν φθάσαντες, τῆς ἐν αὐταῖς εἰσελεύσεως ὑπὸ τῶν κεράτων ἐκωλύοντο. καὶ τούτους αἱ γαλαῖ καταλαβοῦσαι ὀλέθρῳ παραδεδώκασιν.

Οὗτος δηλοῖ ὡς οἱ τοῖς ὅπλοις ἑαυτῶν τεθαρρηκότες, καὶ μὴ τὴν θείαν συμμαχίαν ἐπικαλεσάμενοι, ὑπ’ αὐτῶν δὴ καὶ τῶν κινδύνων ἐπισπῶνται.

From Ben Perry’s Aesopica (Urbana IL: 1952).

Segmented text for easier reading:

Γαλαῖς ποτε καὶ μυσὶ

μάχη συνεκροτεῖτο.

ἡττώμενοι δὲ κατὰ κράτος οἱ μύες,

καὶ γνόντες

ἐξ ἀτονίας πάντως καὶ δειλίας

ἡττᾶσθαι,

σατράπας ἑαυτοῖς

καὶ τῆς μάχης ἀρχηγοὺς

κεχειροτονήκασιν.

οἱ δὲ σάτραπαι

ἐμφανέστεροι θελήσαντες

καὶ θαρραλεώτεροι τῶν ἄλλων μυῶν

καθίστασθαι,

κέρατα ταῖς ἑαυτῶν κορυφαῖς

περιέθεντο.

εἶτα πάλιν αἱ γαλαῖ

τοῖς μυσὶ προσβαλοῦσαι

εἰς φυγὴν πάντας τρέπουσι·

καὶ οἱ μὲν ἄλλοι μύες

φυγάδες γενόμενοι

πρὸς τὰς ἑαυτῶν καταδύσεις

εὐθὺς ῥᾳδίως εἰσέδυσαν,

οἱ δὲ τούτων προέξαρκοι,

μέχρι τῶν ὀπῶν

καὶ οὗτοι ἐν τῷ φεύγειν φθάσαντες,

τῆς ἐν αὐταῖς εἰσελεύσεως

ὑπὸ τῶν κεράτων ἐκωλύοντο.

καὶ τούτους

αἱ γαλαῖ καταλαβοῦσαι

ὀλέθρῳ παραδεδώκασιν.

Οὗτος δηλοῖ ὡς

οἱ τοῖς ὅπλοις ἑαυτῶν τεθαρρηκότες,

καὶ μὴ τὴν θείαν συμμαχίαν ἐπικαλεσάμενοι,

ὑπ’ αὐτῶν δὴ καὶ τῶν κινδύνων ἐπισπῶνται.

Grammatical notes and comments: