| 
  • If you are citizen of an European Union member nation, you may not use this service unless you are at least 16 years old.

  • Social distancing? Try a better way to work remotely on your online files. Dokkio, a new product from PBworks, can help your team find, organize, and collaborate on your Drive, Gmail, Dropbox, Box, and Slack files. Sign up for free.

View
 

syntipas54

Page history last edited by dick.foster@... 12 years, 3 months ago

 

HOME | Syntipas: Previous Page - Next Page

Νεανίσκος καὶ γραῦς

The Man and the Old Woman = Perry 410 (English translation: Oxford Aesop 576)

Νεανίσκος τις ὁδοιπορῶν ἐν ἡμέρᾳ καύσωνος ἐντυγχάνει γυναικί τινι γραΐδι, ἥτις καὶ αὐτὴ τὴν αὐτὴν ὁδὸν τῷ νεανίσκῳ συνεπορεύετο. ὁρῶν δὲ αὐτὴν ἐκεῖνος τῷ τε καύσωνι καὶ τῷ τῆς ὁδοιπορίας καμάτῳ δεινῶς ἰλιγγιῶσαν, κατῴκτειρε τῆς ἀσθενείας, καὶ μηκέτι ἐξισχύουσαν ὅλως πορεύεσθαι, ἄρας ταύτην τῆς γῆς ἐπὶ τῶν νώτων αὐτοῦ διεβάσταζε. ταύτην δὲ ἐπιφερόμενος λογισμοῖς τισιν αἰσχροῖς δεινῶς ἐταράτετο, ὑφ’ ὧν καὶ πρὸς οἶστρον ἀκολασίας καὶ σφοδρὸν ἔρωτα ὁ αὐτοῦ ἦρτο ἰθύφαλλος· εὐθὺς δὲ τῇ γῇ καταθεὶς τὴν γραΐδα, ταύτῃ ἀκολάστως συνεγένετο. ἡ δὲ πρὸς αὐτὸν ἁπλοϊκῶς ἔλεγε “τί ἐστιν ὃ ἐπ’ ἐμοὶ εργάζῃ;” ὁ δὲ αὐτῇ ἔφη ὡς “βαρεῖα πέφυκας, καὶ τούτου χάριν ἀπογλύψαι σου τῆς σαρκὸς διανενόημαι.” καὶ ταῦτα εἰπών, καὶ εἰς τέλος αὐτῇ συμφθαρείς, πάλιν τῆς γῆς ταύτην ἐξάρας ἐπὶ τῶν ἑαυτοῦ νώτων ἐπέθετο. καὶ μῆκος ὁδοῦ τινος διελάσαντος αὐτοῦ, ἔφη πρὸς αὐτὸν ἡ γραῦς “εἰ ἔτι βαρεῖά σοι καὶ ἐπαχθὴς πέφυκα, πάλιν με καταγαγὼν πλέον ἐξ ἐμοῦ ἀπόγλυψον.”

Οὗτος δηλοῖ ὡς τῶν ἀνθρώπων τινές, τὴν ἰδίαν πληροῦντες ἐπιθυμίαν, προφασίζονται ὡς ἐξ ἀγνοίας τὸ γεγονὸς διεπράξαντο, δόξαντες δῆθεν μὴ ἐκεῖνο, ἀλλ’ ἕτερόν τι τῶν δεόντων μᾶλλον πεποιηκέναι.

From Ben Perry’s Aesopica (Urbana IL: 1952).

Segmented text for easier reading:

Νεανίσκος τις

ὁδοιπορῶν ἐν ἡμέρᾳ

καύσωνος

ἐντυγχάνει γυναικί τινι γραΐδι,

ἥτις

καὶ αὐτὴ τὴν αὐτὴν ὁδὸν

τῷ νεανίσκῳ συνεπορεύετο.

ὁρῶν δὲ αὐτὴν ἐκεῖνος

τῷ τε καύσωνι καὶ τῷ τῆς ὁδοιπορίας καμάτῳ

δεινῶς ἰλιγγιῶσαν,

κατῴκτειρε τῆς ἀσθενείας,

καὶ μηκέτι

ἐξισχύουσαν ὅλως πορεύεσθαι,

ἄρας ταύτην τῆς γῆς

ἐπὶ τῶν νώτων αὐτοῦ

διεβάσταζε.

ταύτην δὲ ἐπιφερόμενος

λογισμοῖς τισιν αἰσχροῖς

δεινῶς ἐταράτετο,

ὑφ’ ὧν

καὶ πρὸς οἶστρον ἀκολασίας

καὶ σφοδρὸν ἔρωτα

ὁ αὐτοῦ ἦρτο ἰθύφαλλος·

εὐθὺς δὲ

τῇ γῇ καταθεὶς τὴν γραΐδα,

ταύτῃ ἀκολάστως συνεγένετο.

ἡ δὲ πρὸς αὐτὸν ἁπλοϊκῶς ἔλεγε

“τί ἐστιν ὃ ἐπ’ ἐμοὶ εργάζῃ;”

ὁ δὲ αὐτῇ ἔφη ὡς

“βαρεῖα πέφυκας,

καὶ τούτου χάριν

ἀπογλύψαι σου

τῆς σαρκὸς

διανενόημαι.”

καὶ ταῦτα εἰπών,

καὶ εἰς τέλος αὐτῇ συμφθαρείς,

πάλιν τῆς γῆς

ταύτην ἐξάρας

ἐπὶ τῶν ἑαυτοῦ νώτων ἐπέθετο.

καὶ μῆκος ὁδοῦ τινος

διελάσαντος αὐτοῦ,

ἔφη πρὸς αὐτὸν ἡ γραῦς

“εἰ ἔτι βαρεῖά σοι

καὶ ἐπαχθὴς πέφυκα,

πάλιν με καταγαγὼν

πλέον ἐξ ἐμοῦ ἀπόγλυψον.”

Οὗτος δηλοῖ ὡς

τῶν ἀνθρώπων τινές,

τὴν ἰδίαν πληροῦντες ἐπιθυμίαν,

προφασίζονται ὡς

ἐξ ἀγνοίας τὸ γεγονὸς διεπράξαντο,

δόξαντες δῆθεν μὴ ἐκεῖνο,

ἀλλ’ ἕτερόν τι τῶν δεόντων

μᾶλλον πεποιηκέναι.

Grammatical notes and comments:

Comments (0)

You don't have permission to comment on this page.