HOME | Syntipas: Previous Page - Next Page
Ὁ Ἥλιος καὶ ὁ Βορρᾶς ἄνεμός ποτε ἤριζον πρὸς ἀλλήλους, ποῖος ἐξ ἀμφοῖν τὸν ἄνθρωπον ἀπογυμνοῦν δύναται. ἤρξατο οὖν πρῶτος ὁ Βορρᾶς σφοδρῶς πνέειν κατὰ τοῦ ἀνθρώπου. ὁ δὲ ἄνθρωπος, καθόσον ἐψύχετο, τοῖς ἱματίοις ἑαυτὸν περιέσκεπε καὶ κραταίως αὐτῶν περιείχετο, μή πως τῇ σφοδροτάτῃ τοῦ ἀνέμου προσβολῇ ἐκ τοῦ σώματος αὐτοῦ ἀναρπασθῶσιν· ὅθεν καὶ κατ’ οὐδὲν ὁ Βορρᾶς τὸν ἄνδρα παρέβλαψεν, οὔτε τῶν περικειμένων αὐτῷ ἀμφίων ἀπογυμνῶσαι αὐτὸν ἠδυνήθη. εἶτα καὶ ὁ Ἥλιος αὐτῷ ἐπιλάμψας, καὶ τὸν ἀέρα τῆς ἡμέρας σφόδρα καταθερμάνας, εὐθὺς τὸν ἄνδρα τὰ ἱμάτια ἀποδύσασθαι παρεσκεύασε καὶ επ’ ὤμων ταῦτα ἐπιφέρεσθαι.
Οὗτος δηλοῖ ὡς τὸ ταπεινοφρονεῖν τοῦ ματαίως κομπάζειν ἐνεργέστερον ἐπὶ πᾶσι καὶ πρακτικώτερον πέφυκεν.
From Ben Perry’s Aesopica (Urbana IL: 1952).
Ὁ Ἥλιος καὶ ὁ Βορρᾶς ἄνεμός ποτε
ἤριζον πρὸς ἀλλήλους,
ποῖος ἐξ ἀμφοῖν
τὸν ἄνθρωπον ἀπογυμνοῦν δύναται.
ἤρξατο οὖν πρῶτος ὁ Βορρᾶς
σφοδρῶς πνέειν
κατὰ τοῦ ἀνθρώπου.
ὁ δὲ ἄνθρωπος,
καθόσον ἐψύχετο,
τοῖς ἱματίοις ἑαυτὸν περιέσκεπε
καὶ κραταίως αὐτῶν περιείχετο,
μή πως
τῇ σφοδροτάτῃ τοῦ ἀνέμου προσβολῇ
ἐκ τοῦ σώματος αὐτοῦ ἀναρπασθῶσιν·
ὅθεν καὶ κατ’ οὐδὲν
ὁ Βορρᾶς τὸν ἄνδρα παρέβλαψεν,
οὔτε τῶν περικειμένων αὐτῷ ἀμφίων
ἀπογυμνῶσαι αὐτὸν ἠδυνήθη.
εἶτα καὶ ὁ Ἥλιος αὐτῷ ἐπιλάμψας,
καὶ τὸν ἀέρα τῆς ἡμέρας
σφόδρα καταθερμάνας,
εὐθὺς τὸν ἄνδρα
τὰ ἱμάτια ἀποδύσασθαι
παρεσκεύασε
καὶ επ’ ὤμων ταῦτα ἐπιφέρεσθαι.
Οὗτος δηλοῖ ὡς
τὸ ταπεινοφρονεῖν τοῦ ματαίως κομπάζειν
ἐνεργέστερον ἐπὶ πᾶσι
καὶ πρακτικώτερον πέφυκεν.