syntipas56


 

HOME | Syntipas: Previous Page - Next Page

Κυνόδηκτος

The Man Bitten By the Dog = Perry 64 (English translation: Oxford Aesop 173)

Ἀνήρ τις ὑπὸ κυνὸς καιρίως δηχθεὶς ἐζήτει τὸν τὴν πληγὴν αὐτοῦ θεραπεύσοντα. ἕτερος δέ τις αὐτῷ συναντήσας ἔφη πρὸς αὐτόν “τοῦτο προσήκει ποιῆσαί σε· ἀπὸ τοῦ τῆς πληγῆς αἵματος ἐπισταλάξαι τῷ ψωμῷ καὶ τῷ δακόντι κυνὶ τὸν ψωμὸν ἐπιρρίψαι φαγεῖν, καὶ οὕτως ἡ πληγή σου θεραπευθήσεται.” ὁ δὲ δηχθεὶς ἀντέφη αὐτῷ “εἰ τοῦτο ποιήσω, ὑπὸ πάντων τῶν ἐν τῇ πόλει ταύτῃ κυνῶν ἔσομαι δακνόμενος.”

Οὗτος ὁ λόγος δηλοῖ ὡς εἰ καὶ τὸν σκαιὸν ἄνθρωπον τιμήσειέ τις καὶ δεξιώσαιτο, ἀλλ’ οὐκ ἐκεῖνος αὐτὸν τὸν τιμήσαντα, ἀλλὰ τοὺς ὁμοίους αὐτῳ κακοὺς μᾶλλον ἀγαπᾷ.

From Ben Perry’s Aesopica (Urbana IL: 1952).

Segmented text for easier reading:

Ἀνήρ τις

ὑπὸ κυνὸς καιρίως δηχθεὶς

ἐζήτει τὸν τὴν πληγὴν αὐτοῦ θεραπεύσοντα.

ἕτερος δέ τις

αὐτῷ

συναντήσας ἔφη πρὸς αὐτόν

“τοῦτο προσήκει ποιῆσαί σε·

ἀπὸ τοῦ τῆς πληγῆς αἵματος

ἐπισταλάξαι τῷ ψωμῷ

καὶ τῷ δακόντι κυνὶ

τὸν ψωμὸν ἐπιρρίψαι φαγεῖν,

καὶ οὕτως

ἡ πληγή σου θεραπευθήσεται.”

ὁ δὲ δηχθεὶς ἀντέφη αὐτῷ

“εἰ τοῦτο ποιήσω,

ὑπὸ πάντων τῶν ἐν τῇ πόλει ταύτῃ κυνῶν

ἔσομαι δακνόμενος.”

Οὗτος ὁ λόγος δηλοῖ ὡς

εἰ καὶ τὸν σκαιὸν ἄνθρωπον τιμήσειέ τις

καὶ δεξιώσαιτο,

ἀλλ’ οὐκ ἐκεῖνος

αὐτὸν τὸν τιμήσαντα,

ἀλλὰ τοὺς ὁμοίους αὐτῳ κακοὺς

μᾶλλον ἀγαπᾷ.

Grammatical notes and comments: