| 
  • If you are citizen of an European Union member nation, you may not use this service unless you are at least 16 years old.

  • Whenever you search in PBworks or on the Web, Dokkio Sidebar (from the makers of PBworks) will run the same search in your Drive, Dropbox, OneDrive, Gmail, Slack, and browsed web pages. Now you can find what you're looking for wherever it lives. Try Dokkio Sidebar for free.

View
 

syntipas58

Page history last edited by dick.foster@... 15 years, 3 months ago

 

HOME | Syntipas: Previous Page - Next Page

Στρουθὸς ἐπὶ μυρσίνης

The Sparrow and the Myrtle Berries = Perry 86 (English translation: Oxford Aesop 426)

Στρουθός τις ἐπὶ μυρσίνης διέτριβε, καὶ διὰ τὸ ἡδὺ τῆς τοῦ δένδρου διαίτης οὐδ’ ὅλως αὐτοῦ ἀφίστατο. ἰξευτὴς δέ τις τοῦτον παρατηρησάμενος κατέσχε τε καὶ κατέθυσεν. ὁ δὲ στρουθὸς μέλλων ἀποσφαγῆναι πρὸς ἑαυτὸν ἔλεγεν· “οἴμοι τῷ ταλαιπώρῳ, ὅτι διὰ τροφῆς ἀφορμὴν καὶ μικρὰν ἡδονὴν τοῦ ζῆν ἀπορρήγνυμαι.”

Οὗτος δηλοῖ ὡς καὶ ἄνθρωποί τινες, δι’ ἔφεσιν τρυφῆς καὶ ἁβρότητος περὶ τὸ ζῆν πολλάκις, ὡς μοχθηροί, κινδυνεύουσι.

From Ben Perry’s Aesopica (Urbana IL: 1952).

Segmented text for easier reading:

Στρουθός τις

ἐπὶ μυρσίνης διέτριβε,

καὶ διὰ τὸ ἡδὺ τῆς τοῦ δένδρου διαίτης

οὐδ’ ὅλως αὐτοῦ ἀφίστατο.

ἰξευτὴς δέ τις

τοῦτον παρατηρησάμενος

κατέσχε τε καὶ κατέθυσεν.

ὁ δὲ στρουθὸς

μέλλων ἀποσφαγῆναι

πρὸς ἑαυτὸν ἔλεγεν·

“οἴμοι τῷ ταλαιπώρῳ,

ὅτι διὰ τροφῆς ἀφορμὴν

καὶ μικρὰν ἡδονὴν τοῦ ζῆν

ἀπορρήγνυμαι.”

Οὗτος δηλοῖ ὡς

καὶ ἄνθρωποί τινες,

δι’ ἔφεσιν τρυφῆς καὶ ἁβρότητος περὶ τὸ ζῆν

πολλάκις,

ὡς μοχθηροί,

κινδυνεύουσι.

Grammatical notes and comments:

Comments (0)

You don't have permission to comment on this page.