HOME | Syntipas: Previous Page - Next Page
Λύκοι ποταμὸν ἐκπίνοντες
The Wolves and the Hides =
Perry 135 (English translation:
Oxford Aesop 442)
Λύκοι τινὲς ἔν τινι ποταμῷ δέρματα βοῶν ἑωρακότες, καὶ ταῦτα σπουδάζοντες ἐκεῖθεν ἀνελκύσαι, τῆς τοῦ ποταμοῦ πλημμύρας βαθείας οὔσης κατατολμῆσαι οὐκ ἠδύναντο· ὅθεν ἐβουλεύσαντο καθ’ ἑαυτοὺς πρότερον τὰ ὕδατα καταπιεῖν, καὶ εἶθ’ οὕτω τὰ δέρματα φθάσαι ἀναλαβεῖν. ἀνὴρ δέ τις ὑπολαβὼν ἔφη πρὸς αὐτούς “εἰ ὅλως πειραθῆτε τὰ τοσαῦτα καταπιεῖν ὕδατα, εὐθὺς διασπασθέντες καὶ τῆς ζωῆς στερηθήσεσθε.”
Ὁ μῦθος οὗτος ἐλέγχει τοὺς τοῖς ἀνηνύτοις ἐξ ἀφροσύνης ἐπιχειροῦντας.
From Ben Perry’s Aesopica (Urbana IL: 1952).
Segmented text for easier reading:
Λύκοι τινὲς
ἔν τινι ποταμῷ
δέρματα βοῶν ἑωρακότες,
καὶ ταῦτα σπουδάζοντες
ἐκεῖθεν ἀνελκύσαι,
τῆς τοῦ ποταμοῦ πλημμύρας
βαθείας οὔσης
κατατολμῆσαι οὐκ ἠδύναντο·
ὅθεν ἐβουλεύσαντο καθ’ ἑαυτοὺς
πρότερον τὰ ὕδατα καταπιεῖν,
καὶ εἶθ’ οὕτω
τὰ δέρματα φθάσαι ἀναλαβεῖν.
ἀνὴρ δέ τις
ὑπολαβὼν ἔφη πρὸς αὐτούς
“εἰ ὅλως πειραθῆτε
τὰ τοσαῦτα καταπιεῖν ὕδατα,
εὐθὺς διασπασθέντες
καὶ τῆς ζωῆς στερηθήσεσθε.”
Ὁ μῦθος οὗτος ἐλέγχει
τοὺς τοῖς ἀνηνύτοις ἐξ ἀφροσύνης ἐπιχειροῦντας.
Grammatical notes and comments:
Comments (0)
You don't have permission to comment on this page.