| 
  • If you are citizen of an European Union member nation, you may not use this service unless you are at least 16 years old.

  • You already know Dokkio is an AI-powered assistant to organize & manage your digital files & messages. Very soon, Dokkio will support Outlook as well as One Drive. Check it out today!

View
 

syntipas02

This version was saved 16 years, 2 months ago View current version     Page history
Saved by dick.foster@...
on February 4, 2008 at 7:25:16 pm
 

 

HOME | Syntipas: Previous Page - Next Page

Ἄνθρωπος πένης καὶ Θάνατος

The Poor Man and Death = Perry 60 (English translation: Oxford Aesop 484)

Ἄνθρωπός τις ἦν πένης, ὃς καὶ ξύλων γόμον ἐπὶ τῶν νώτων ἐβάσταζε. κατὰ δὲ τὴν ὁδοιπορίαν ἰλιγγιάσας ἐκαθέσθη καὶ τὸν γόμον κατέθετο καὶ τὸν Θάνατον οἰκτρῶς ἐνεκαλεῖτο, λέγων “ὦ Θάνατε.” αὐτίκα γοῦν ὁ Θάνατος ἔφθασε καὶ πρὸς αὐτὸν ἔφη “τίνος χάριν ἐκάλεσάς με;” λέγει πρὸς αὐτὸν ὁ ἀνήρ “ἵνα τὸν γόμον ἀπὸ τῆς γῆς συνεξάρῃς μοι.”

Οὗτος δηλοῖ ὅτι πάντες ἄνθρωποι φιλόζῳοι τυγχάνουσιν, εἰ καὶ θλίψεσι καὶ ἀνάγκαις συνέχονται.

From Ben Perry's Aesopica (Urbana IL: 1952).

Segmented text for easier reading:

Ἄνθρωπός τις ἦν πένης,

ὃς καὶ ξύλων γόμον

ἐπὶ τῶν νώτων ἐβάσταζε.

κατὰ δὲ τὴν ὁδοιπορίαν ἰλιγγιάσας ἐκαθέσθη

καὶ τὸν γόμον κατέθετο

καὶ τὸν Θάνατον οἰκτρῶς ἐνεκαλεῖτο,

λέγων

“ὦ Θάνατε.”

αὐτίκα γοῦν ὁ Θάνατος ἔφθασε

καὶ πρὸς αὐτὸν ἔφη

“τίνος χάριν ἐκάλεσάς με;”

λέγει πρὸς αὐτὸν ὁ ἀνήρ

“ἵνα τὸν γόμον ἀπὸ τῆς γῆς συνεξάρῃς μοι.”

Οὗτος δηλοῖ

ὅτι πάντες ἄνθρωποι φιλόζῳοι τυγχάνουσιν,

εἰ καὶ θλίψεσι καὶ ἀνάγκαις συνέχονται.

Grammatical notes and comments:

Comments (0)

You don't have permission to comment on this page.