HOME | Syntipas: Previous Page - Next Page
Θηρευτὴς καὶ λύκος
Ἀνήρ τις θηρευτής, λύκον θεασάμενος προσβάλλοντα τῇ ποίμνῃ καὶ πλεῖστα τῶν προβάτων ὡς δυνατὸν διασπαράττοντα, τοῦτον εὐμηχάνως θηρεύει καὶ τοὺς κύνας αὐτῷ ἐπαφίησι, φθεγξάμενος πρὸς αὐτόν “ὦ δεινότατον θηρίον, ποῦ σου ἡ προλαβοῦσα ἰσχύς, ὅτι τοῖς κυσὶν ὅλως ἀντιστῆναι οὐκ ἠδυνήθης.”
Οὗτος δηλοῖ ὡς τῶν ἀνθρώπων ἕκαστος ἐν τῇ ἰδίᾳ τέχνῃ καθέστηκε δόκιμος.
From Ben Perry's Aesopica (Urbana IL: 1952).
Segmented text for easier reading:
Ἀνήρ τις θηρευτής,
λύκον θεασάμενος
προσβάλλοντα τῇ ποίμνῃ
καὶ πλεῖστα τῶν προβάτων
ὡς δυνατὸν διασπαράττοντα,
τοῦτον εὐμηχάνως θηρεύει
καὶ τοὺς κύνας αὐτῷ ἐπαφίησι,
φθεγξάμενος πρὸς αὐτόν
“ὦ δεινότατον θηρίον,
ποῦ σου ἡ προλαβοῦσα ἰσχύς,
ὅτι τοῖς κυσὶν
ὅλως ἀντιστῆναι οὐκ ἠδυνήθης.”
Οὗτος δηλοῖ
ὡς τῶν ἀνθρώπων ἕκαστος
ἐν τῇ ἰδίᾳ τέχνῃ
καθέστηκε δόκιμος.
Grammatical notes and comments:
Comments (0)
You don't have permission to comment on this page.