HOME | Syntipas: Previous Page - Next Page
Ποιμὴν καὶ λέων
The Shepherd and the Lion = Perry 49 (English translation: Oxford Aesop 229)
Ποιμήν τις ἀπολέσας ἓν τῶν προβάτων ἐδεήθη τοῦ θεοῦ συνθήκας ποιούμενος ὡς εἴ γε τοῦτο ἐφεύροι, ἕτερον ὑπὲρ αὐτοῦ εἰς θυσίαν προσάξει. περιερχόμενος δὲ ὁρᾷ τὸ αὐτὸ πρόβατον ὑπὸ λέοντος βιβρωσκόμενον, καὶ τοῦτο ἰδὼν ἐν ἑαυτῷ ἔλεγεν ὡς “εἰ μόνον τὸν τοῦ θηρίου διαδράσαιμι κίνδυνον, καὶ ἕτερον πρόβατον εἰς λύτρου δῶρον προσενέγκοιμι.”
Οὗτος δηλοῖ ὡς τὴν ἰδίαν ζωὴν πάντες ἄθρωποι παντὸς κέρδους καὶ πλούτου προτιμοτέραν ἔχουσιν.
From Ben Perry’s Aesopica (Urbana IL: 1952).
Segmented text for easier reading:
Ποιμήν τις
ἀπολέσας ἓν τῶν προβάτων
ἐδεήθη τοῦ θεοῦ
συνθήκας ποιούμενος
ὡς εἴ γε τοῦτο ἐφεύροι,
ἕτερον
ὑπὲρ αὐτοῦ
εἰς θυσίαν προσάξει.
περιερχόμενος δὲ
ὁρᾷ τὸ αὐτὸ πρόβατον
ὑπὸ λέοντος βιβρωσκόμενον,
καὶ τοῦτο ἰδὼν
ἐν ἑαυτῷ ἔλεγεν ὡς
“εἰ μόνον
τὸν τοῦ θηρίου διαδράσαιμι κίνδυνον,
καὶ ἕτερον πρόβατον
εἰς λύτρου δῶρον
προσενέγκοιμι.”
Οὗτος δηλοῖ ὡς
τὴν ἰδίαν ζωὴν
πάντες ἄθρωποι
παντὸς κέρδους καὶ πλούτου
προτιμοτέραν ἔχουσιν.
Grammatical notes and comments:
Ποιμήν τις
ἀπολέσας ἓν τῶν προβάτων
- ἐδεήθη τοῦ θεοῦ - genitive with the verb δέω
συνθήκας ποιούμενος
ὡς εἴ γε τοῦτο ἐφεύροι,
ἕτερον
ὑπὲρ αὐτοῦ
εἰς θυσίαν προσάξει.
περιερχόμενος δὲ
ὁρᾷ τὸ αὐτὸ πρόβατον
ὑπὸ λέοντος βιβρωσκόμενον,
καὶ τοῦτο ἰδὼν
ἐν ἑαυτῷ ἔλεγεν ὡς
“εἰ μόνον
- τὸν τοῦ θηρίου διαδράσαιμι κίνδυνον, - notice how the noun phrase wraps around the verb
καὶ ἕτερον πρόβατον
εἰς λύτρου δῶρον
προσενέγκοιμι.”
Οὗτος δηλοῖ ὡς
- τὴν ἰδίαν ζωὴν - the noun phrase coming first here has a very strong emphasis
πάντες ἄθρωποι
- παντὸς κέρδους καὶ πλούτου - genitive of comparison with προτιμοτέραν
- προτιμοτέραν ἔχουσιν. - προτιμοτέραν agrees with ζωὴν
Comments (0)
You don't have permission to comment on this page.