HOME | Syntipas: Previous Page - Next Page
Κύνες λέοντος δορὰν σπαράττοντες
The Dogs and the Lion Skin =
Perry 406 (English translation:
Oxford Aesop 231)
Λέοντος δορὰν κύνες εὑρόντες διεσπάραττον ταύτην. τούτοις δὲ ἀλώπηξ ἰδοῦσα ἔφη “εἰ οὗτος ὁ λέων τοῖς ζῶσι συνῆν, εἴδετε ἂν τοὺς αὐτοῦ ὄνυχας ἰσχυροτέρους τῶν ὑμετέρων ὀδόντων.”
Οὗτος δηλοῖ πρὸς τοὺς τῶν ἐνδόξων καταφρονοῦντας, ὅταν τῆς ἀρχῆς καὶ δόξης ἐκπίπτωσι.
From Ben Perry's Aesopica (Urbana IL: 1952).
Segmented text for easier reading:
Λέοντος δορὰν
κύνες εὑρόντες
διεσπάραττον ταύτην.
τούτοις δὲ
ἀλώπηξ ἰδοῦσα
ἔφη
“εἰ οὗτος ὁ λέων
τοῖς ζῶσι συνῆν,
εἴδετε ἂν τοὺς αὐτοῦ ὄνυχας
ἰσχυροτέρους
τῶν ὑμετέρων ὀδόντων.”
Οὗτος δηλοῖ
πρὸς τοὺς τῶν ἐνδόξων καταφρονοῦντας,
ὅταν τῆς ἀρχῆς καὶ δόξης ἐκπίπτωσι.
Grammatical notes and comments:
Comments (0)
You don't have permission to comment on this page.