HOME | Syntipas: Previous Page - Next Page
Ὄνος ἵππον μακαρίζων
The Donkey, the Horse and the War = Perry 357 (English translation: Oxford Aesop 410)
Ὄνος καὶ ἵππος ὑπῆρχον ἀνθρώπῳ τινί, καὶ ἕκαστος αὐτῶν ἰδίαν ὑπηρεσίαν ἐπλήρου. ἀλλ’ ὁ μὲν ἵππος ἀνέσεως πολλῆς παραπολαύων δαψιλῶς ἐτρέφετο· χαίτην τε καὶ πλοκάμους ὑπὸ τῶν ἱπποκόμων ἐκαλλωπίζετο καὶ ὁσημέραι τοῖς ὕδασιν ἀπελούετο. ὁ δὲ ὄνος διόλου ἀχθοφορῶν τῷ τῶν γόμων βάρει κατετρύχετο. μιᾷ γοῦν ὁ τοῦ ἱππου κύριος επιβὰς αὐτοῦ επί τινα πόλεμον ἀπῄει, καὶ μάχης συγκροτηθείσης ὁ ἵππος πληγεὶς ἀνῃρέθη. ἰδὼν δὲ τὴν αὐτοῦ ἀπώλειαν ὁ ὄνος ἑαυτὸν μᾶλλον τῆς πολυμόχθου ἐμακάριζεν ὑπηρεσίας.
Οὗτος δηλοῖ ὡς ὁ πενιχρὸς βίος ἀνεπίφοβος τυγχάνων πολλῷ μᾶλλον τοῦ πλούτου, ὡς κινδυνώδους, προτιμότερος.
From Ben Perry’s Aesopica (Urbana IL: 1952).
Segmented text for easier reading:
Ὄνος καὶ ἵππος
ὑπῆρχον
ἀνθρώπῳ τινί,
καὶ ἕκαστος αὐτῶν
ἰδίαν ὑπηρεσίαν
ἐπλήρου.
ἀλλ’ ὁ μὲν ἵππος ἀνέσεως πολλῆς παραπολαύων
δαψιλῶς ἐτρέφετο·
χαίτην τε καὶ πλοκάμους
ὑπὸ τῶν ἱπποκόμων
ἐκαλλωπίζετο
καὶ ὁσημέραι
τοῖς ὕδασιν ἀπελούετο.
ὁ δὲ ὄνος
διόλου ἀχθοφορῶν
τῷ τῶν γόμων βάρει
κατετρύχετο.
μιᾷ γοῦν
ὁ τοῦ ἱππου κύριος
επιβὰς αὐτοῦ
επί τινα πόλεμον
ἀπῄει,
καὶ μάχης συγκροτηθείσης
ὁ ἵππος πληγεὶς ἀνῃρέθη.
ἰδὼν δὲ
τὴν αὐτοῦ ἀπώλειαν
ὁ ὄνος ἑαυτὸν
μᾶλλον τῆς πολυμόχθου
ἐμακάριζεν ὑπηρεσίας.
Οὗτος δηλοῖ ὡς
ὁ πενιχρὸς βίος
ἀνεπίφοβος τυγχάνων
πολλῷ μᾶλλον τοῦ πλούτου,
ὡς κινδυνώδους,
προτιμότερος.
Grammatical notes and comments:
Comments (0)
You don't have permission to comment on this page.