HOME | Syntipas: Previous Page - Next Page
Ὄναγρος καὶ ὄνος
The Donkey, the Onager and the Lion = Perry 411 (English translation: Oxford Aesop 5)
Ὄναγρος ὄνον ἰδὼν βαρὺν γόμον ἐπαγόμενον, καὶ τὴν δουλείαν αὐτῷ ἐπονειδίζων, ἔλεγεν “εὐτυχὴς ὄντως ἐγώ, ὅτι ζῶν ἐλευθέρως καὶ διάγων ἀκόπως αὐτοσχέδιον καὶ τὴν νομὴν εν τοῖς ὄρεσι κέκτημαι· σὺ δὲ δι’ ἄλλου τρέφῃ, καὶ δουλείαις καὶ πληγαῖς καθυποβάλλῃ διηνεκῶς.” συνέβη γοῦν αὐθωρὸν λέοντά τινα φανῆναι καὶ τῷ μὲν ὄνῳ μὴ προσπελάσαι, ὡς συνόντος αὐτῷ τοῦ ὀνηλάτου, τῷ δὲ ὀνάγρῳ, μεμονωμένῳ τυγχάνοντι, σφοδρῶς ἐπελθεῖν καὶ αὐτὸν θέσθαι κατάβρωμα.
Οὑτος δηλοῖ ὡς οἱ ἀνυπότακτοι καὶ σκληροτράχηλοι, τῇ αὐτοβουλίᾳ φερόμενοι καὶ βοηθείας τινὸς μὴ δεόμενοι, αὐθωρὸν πτῶμα γίνονται.
From Ben Perry’s Aesopica (Urbana IL: 1952).
Segmented text for easier reading:
Ὄναγρος
ὄνον ἰδὼν
βαρὺν γόμον ἐπαγόμενον,
καὶ τὴν δουλείαν
αὐτῷ ἐπονειδίζων,
ἔλεγεν
“εὐτυχὴς ὄντως ἐγώ,
ὅτι ζῶν ἐλευθέρως
καὶ διάγων ἀκόπως αὐτοσχέδιον
καὶ τὴν νομὴν
εν τοῖς ὄρεσι
κέκτημαι·
σὺ δὲ
δι’ ἄλλου τρέφῃ,
καὶ δουλείαις
καὶ πληγαῖς
καθυποβάλλῃ διηνεκῶς.”
συνέβη γοῦν αὐθωρὸν
λέοντά τινα φανῆναι
καὶ τῷ μὲν ὄνῳ
μὴ προσπελάσαι,
ὡς συνόντος αὐτῷ τοῦ ὀνηλάτου,
τῷ δὲ ὀνάγρῳ,
μεμονωμένῳ τυγχάνοντι,
σφοδρῶς ἐπελθεῖν
καὶ αὐτὸν θέσθαι κατάβρωμα.
Οὑτος δηλοῖ ὡς
οἱ ἀνυπότακτοι
καὶ σκληροτράχηλοι,
τῇ αὐτοβουλίᾳ φερόμενοι
καὶ βοηθείας τινὸς
μὴ δεόμενοι,
αὐθωρὸν πτῶμα γίνονται.
Grammatical notes and comments:
Comments (0)
You don't have permission to comment on this page.